1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

68

{ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

ΙΣΤΟΡΙΩΝ ∆} 1. Ἐς τοῦτο δὲ νίκης τοῖς Ῥωμαίοις τοῦ πολέμου κεχωρηκότος καὶ ὥσπερ

ἀνακωχῆς τῶν ἐκείνῃ γεγενημένης τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν ἤγετο τὰ ἐπὶ Γουβάζῃ πρότερον τετολμημένα. 2 καὶ τοίνυν ὁ Ἀθανάσιος ἐπὶ θάκου τινὸς ὑψηλοῦ καθῆστο εὐπρεπῶς, χλαμύδα ἐνημμένος, ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευ μένοι καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα, ἄλλοι τε ὑπηρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς καὶ δαημονέστατοι τῆς τῶν δικαστηρίων κομψείας κήρυκές τε μεγαλοβόαι καὶ οἱ τῶν μαστίγων ἐπιστάται. ἅπαντες δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγ μένοι. 3 ἐπεφέροντο δέ, οἷς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυ χενίους κλινοστρόφιά τε καὶ ποδοστράβας καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. 4 καί μοι δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ' ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος ξὺν τοιᾷδέ τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μόνον ὅπως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαϊκῶν σφίσι νομίμων κομπω δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπὶ πλέον ἄρχεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσας πρότερον ὁ Γουβάζης δικαιότατα φανείη ἀνῃρημένος, μηκέτι ἀνιῷντο οἱ Κόλχοι μηδὲ ὥς τι δεινὸν πεπονθότες ἀγανακτοῖεν, 5 εἰ δέ γε ἅπαντα κατα ψευσάμενοι καὶ ἄδικον μίασμα δράσαντες ἁλοῖεν οἱ ἀπεκτονότες οὕτω τε καταδιαιτηθέντες καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι εἶτα τῷ παλαμναίῳ ξίφει ἁπάντων θεωμένων καρατομηθεῖεν, τότε δὴ μεῖζόν τι δόξειεν εἶναι τὸ πέρας καὶ διπλασίων ἡ τιμωρία. 6 ἠπίστατο γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀπορρήτῳ βαρβαρικώτερον Ῥούστικόν τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασ 124 θαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποινὴν κομίσασθαι τῶν ἡμαρτημένων. 7 δικαστηρίου δὲ καταστάντος καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διᾳττόντων καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει καὶ ἀποκρινεῖται διαταττομένων ὄγκου τε δικαστικοῦ φαινομένου καὶ μεγαληγορίας ἀκουομένης καὶ ἐπὶ τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου, τούτων δὴ οὖν οὕτω πραττομένων ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι τὸ χρῆμα ἐγίγνωσκε καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. 8 ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαν τίῳ ἀστούς, καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξίστησι τῶν φρονημάτων, μή τί γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκὸν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀττικώτατον, ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη.

2. Τότε δὲ Ῥούστικός τε καὶ Ἰωάννης ἐκ τοῦ δεσμωτηρίου ἠγμένω ἀνὰ τὸ λαιὸν μέρος ἑστήκατον, οἷα δὴ φεύγοντε. ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι καὶ ἤδη ἐκ πλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. 2 ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότε ρον ὁ Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομίσας· ἀλλὰ γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις