1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

68

3. Αὐτίκα δὲ οἱ ἄνδρες τῶν Κόλχων, οἳ δὴ πρὸς τὸ κατηγορεῖν ἐτετάχατο, ἐπειδὴ αὐτοὺς ὁ δικαστὴς ἐψηφίζετο τὰ σφέτερα αὐτῶν δικαιώματα ᾗ βούλοιντο προτιθέναι, οἱ δὲ προθύμως εἴχοντο τοῦ ἐπικλήματος καὶ ἔλεξαν τοιάδε· 2 «Ἀπόχρη μέν, ὦ δικαστά, τὸ τετολμημένον, εἰ καὶ μηδὲν ὁτιοῦν φήσαιμεν, ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας· πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καὶ τῶν ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν, ἥκομεν νῦν ἐροῦντες μόνον ἀμωσγέπως τὰ γεγενημένα. οὕτω γὰρ ἂν καὶ ἡμῖν διανυσθήσεται τὸ νενομισμένον, εἰ καὶ τὰ τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα καὶ οἷα τοῦ μεγέθους τῶν εἰργασμένων μὴ ἐξικνεῖσθαι. 3 ποία γὰρ αὐτοῖς λελείψεται σκῆψις ἄνδρα τοσοῦτον, φίλον ὑμῖν καὶ συνήθη καὶ ξύμμαχον καὶ ὁμοδίαιτον καὶ ὁμόσπονδον καὶ ταὐτὰ περὶ τὸ κρεῖττον φρονοῦντα καὶ τί δὲ οὐχὶ τῶν οἰκειοτάτων κεκτημένον, ἀνέδην οὕτω διαχειρισαμένοις καὶ πολλῇ τῇ δυσμενείᾳ χρῆσθαι καθ' ὑμῶν φωραθεῖσι τῷ τοὺς ἐχθροὺς τεθεραπευκέναι; βασιλεὺς γὰρ ὁ ἀνῃρημένος, ὦ δικαστά, καὶ ἔθνους οὐκ ἀγεννοῦς καὶ πρὸς ἀρετὴν ἐνεργότατος καὶ τὰ Ῥωμαίων στέργων ἀεὶ πολλῷ μᾶλλον τῶν ἀπεκ 126 τονότων. 4 ἀνατετράφαται δὲ τὰ τῶν Κόλχων πράγματα καὶ διερρύη, ἀληθέστερον δὲ τὰ κοινά, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς τῶν καθεστώ των καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας δυνάμεως μειονεκτεῖσθε· πολιτεία δὲ μὴ διὰ πάντων ἐρρωμένη, ἀλλὰ βραχείᾳ γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι ξυνεστάναι δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. 5 ταῦτα δὴ οὖν ἅπαντα δράσαντες οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ' ἣν εἴργασται διε ρευνᾶν καὶ προσίεσθαι καὶ διά τινων ἀφανῶν τεκμηρίων καὶ οἷον εἰκό των χωροῦντας ἀναπλάττειν ταῖς ἐννοίαις εὐεργεσίαν ὑμῖν αὐτοῖς ἐντεῦθεν προσγεγενημένην ἢ τῷ σαφεῖ μᾶλλον τῆς βλάβης καὶ τοῖς ἔργοις ἀποδεδειγμένῳ πιστεύειν αἱρεῖσθαι. 6 ταῦτα γὰρ δὴ τὰ σοφίσ ματα καὶ πρὸ τῆς δίκης πολλάκις διαθρυλοῦντες παράγειν τοὺς πλείστους ἡγοῦντο. εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προθεῖεν, γινωσκόν των, ὦ δικαστά, ὡς οὐ Ῥωμαϊκὸν οὐδὲ δίκαιον τὸ μὲν ἐμφανὲς οὕτω καὶ προῦπτον ἀδίκημα παραλιπεῖν, ἀδήλοις δὲ μᾶλλον αἰτίαις ἄλλως αὐτοῖς μεμηχανημέναις ἐξαπατηθῆναι. οὐ γὰρ ἀνεκτέον αὐτῶν, ὡς μὲν ἀπεκτό νασι τὸν ἄνδρα, διαρρήδην φασκόντων, ὠφέλειαν δὲ μεγίστην ἐνθένδε τοῖς κοινοῖς πεπορίσθαι πράγμασι τερατευομένων. 7 πῶς γὰρ ἂν τἀναντία συσταῖεν σφίσιν αὐτοῖς ἢ πῶς τὴν πρᾶξιν δεινὴν ἀποκα λοῦντες ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τυγχάνετον ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα. 4. «Εἰ δέ γε καὶ γυμνὴν τὴν διάνοιαν ἐξεταστέον, φανήσονται καὶ ταύτῃ δύσνοι καὶ κάκιστοι, ὡς δὴ τὰ τοὺς Πέρσας ἀρέσκοντα βεβουλευ μένοι· ὥστε οὐδὲ Ῥωμαίους ὀνομάζειν τούσδε τοὺς μιαιφόνους προσήκει οὐδὲ ὡς ὁμοφύλοις μετ' εὐνοίας διαιτητέον αὐτοῖς, ὅ τι μὴ καθάπερ λίαν ἐχθίστοις, ἐπεὶ καὶ ἤδη τῷ κοινῷ τῆς φύσεως νόμῳ μεμερισμένοι τυγχά νουσι, κἂν μήπω τῷ παρ' ὑμῖν γεγραμμένῳ. 2 τὸ γὰρ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρή, οὐ τῷ πορρωτέρω τετάχ 127 θαι. ὁ δὲ οἷς ἂν ἡσθεῖεν οἱ δυσμενεῖς, ταῦτα προὔργου ποιούμενος πολέ μιος ἂν κριθείη δικαίως, κἂν συμπαρῇ, κἂν συστρατεύοιτο, κἂν ὡς ἐγγύτατα τῷ γένει συνῆπται. 3 ἀλλὰ γὰρ οὐ φίλον οὐδὲ βασιλέα φασὶν ἀπεκτονέναι, πολέμιον δὲ μᾶλλον καὶ τύραννον καὶ τὰ Περσῶν ἐσπουδακότα. πρὸς τοῦτο γὰρ ἐληλάκασι παρανοίας, ὡς μηδισμοῦ διώκειν τὸν