ἀκρασίαν ἄριστον μὲν ὁ λόγος φάρμακον, βοηθεῖ δὲ καὶ ἡ ἔνδεια τοῦ κόρου, δι' οὗ φλεγμαίνουσαι αἱ ἐπιθυμίαι σκιρτῶσι περὶ τὰς ἡδονάς. Οὐκοῦν οὐδὲ ἐσθῆτος ἀντιποιη2.10βις.102.3 τέον πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης. Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τὰ ἐκτός, διὰ μὲν τὸ σῶμα τὰ ἐκτὸς πορίζεσθαι συμβουλεύει, διοικεῖν δὲ τὸ σῶμα τῇ ψυχῇ, παιδαγωγεῖ δὲ τὴν ψυχήν, μὴ μεριμνᾶτε λέγων τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ 2.10βις.102.4 ἐνδύματος. Καὶ τῆς διδασκαλίας ἐναργὲς ὑπόδειγμα ἐπιφέρει. Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμιεῖον καὶ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς. Οὐχ 2.10βις.102.5 ὑμεῖς διαφέρετε τῶν πτηνῶν; Καὶ ταῦτα μὲν περὶ τροφῆς· ὁμοίως δὲ καὶ περὶ ἐσθῆτος παρεγγυᾷ, ἣ τῶν τρίτων μετείληφε, τῶν ἐκτός, κατανοήσατε λέγων τὰ κρίνα πῶς οὔτε νήθει οὔτε ὑφαίνει, λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν περιεβάλετο ὡς ἓν τούτων. Σφόδρα δὲ ἐπὶ πλούτῳ ἐκόμα ὁ Σολομὼν ὁ βασιλεύς. 2.10βις.103.1 Τί οὖν ὡραιότερον καὶ εὐανθέστερον ἀνθέων; Τί δὲ ἐπιτερπέστερον κρίνων ἢ μύρων ἢ ῥόδων; Εἰ δὲ τὸν χόρτον σήμερον ἐν ἀγρῷ ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. Καὶ ὑμεῖς μὴ ζητεῖτε 2.10βις.103.2 τί φάγητε ἢ τί πίητε. Ἐνταῦθα τὸ τί μόριον τὴν ποικιλίαν τῆς τροφῆς ἐκβέβληκε, σημαίνεται γὰρ ἐκ τῆς γραφῆς τοῦτο· μὴ μεριμνᾶτε ποῖα φάγητε ἢ ποῖα πίητε· πλεονεξία γὰρ καὶ τρυφὴ μεριμνᾶν ταῦτα· τὸ δὲ φαγεῖν μόνον ψιλῶς νοούμενον ἀνάγκης ἐστὶ τεκμήριον, τὸ πλήρωμα, ὡς ἔφαμεν, τῆς ἐνδείας· τὸ δὲ τί ἐκ περισσοῦ, τὸ δὲ περιττὸν ἐκ τοῦ διαβόλου μεμήνυκεν ἡ γραφή. 2.10βις.103.3 Σαφηνίζει δὲ τὴν διάνοιαν ἡ ἐπιφερομένη λέξις. Μὴ γὰρ ζητεῖτε τί φάγητε ἢ τί πίητε εἰπών, ἐπήγαγεν· καὶ μὴ μετεωρίζεσθε· μετεώρους δὲ ἀπὸ τῆς ἀληθείας ἀλαζονεία καὶ τρυφὴ ποιεῖ, καὶ ἡ εἰς τὰ περιττὰ ἀπασχολοῦσα ἡδυπάθεια ἀπάγει τῆς ἀληθείας· 2.10βις.103.4 διὸ καί φησι παγκάλως· Ταῦτα δὲ πάντα τὰ ἔθνη τοῦ κόσμου ζητεῖ. Οἱ ἄτακτοι καὶ ἀνόητοι τὰ ἔθνη εἰσίν. Τίνα δὲ λέγει ταῦτα; τὴν τρυφήν, τὴν ἡδυπάθειαν, τὴν καρυκείαν, τὴν ὀψοφαγίαν, 2.10βις.103.5 τὴν λαιμαργίαν· ταῦτά ἐστι τὸ τί. Περὶ δὲ ψιλῆς τῆς τροφῆς, τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς, ὡς ἀναγκαίων οὐσῶν, οἶδε, φησίν, ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε. Εἰ δὲ ὅλως ζητητικοὶ γεγόναμεν, μὴ εἰς τρυφὴν τὸ ζητητικὸν ἀπολλύωμεν, ἀλλὰ εἰς τὴν εὕρεσιν τῆς ἀληθείας ἀναζωπυρήσωμεν. Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ θεοῦ, καὶ τὰ τῆς τροφῆς προστεθήσεται ὑμῖν. 2.10βις.104.1 Εἰ τοίνυν ἐσθῆτος καὶ τροφῆς καὶ τῶν περιττῶν ἁπαξαπλῶς ὡς οὐκ ἀναγκαίαν ἀφαιρεῖται τὴν μέριμναν, τί χρὴ νοεῖν ἐρεῖν αὐτὸν περὶ φιλοκοσμίας βαφῆς τε ἐρίων καὶ ποικιλίας χρωμάτων καὶ λίθων περιεργίας καὶ χρυσίου ἐξεργασίας πλοκάμων τε ἔτι ἐπιτεχνητῶν καὶ βοστρύχων ἑλικτῶν, πρὸς δὲ καὶ ὀφθαλμῶν ὑπογραφῆς παρατίλσεών τε καὶ παραφυκισμῶν καὶ ψιμυθισμοῦ καὶ βαφῆς τριχῶν καὶ τῶν περὶ τὰς ἀπάτας ταύτας κακοτεχνιῶν; 2.10βις.104.2 Οὐχὶ εὖ μάλα ἐκεῖνο δὴ ὑποτοπητέον, τὸ μικρῷ πρόσθεν εἰρημένον ἐπὶ τοῦ χόρτου, μὴ καὶ ἐπὶ τῶν ἀκόσμων φιλοκόσμων τούτων 2.10βις.104.3 ᾖ λελεγμένον; Ἀγρὸς γὰρ ὁ κόσμος, καὶ πόα ἡμεῖς οἱ τῇ χάριτι δροσιζόμενοι τοῦ θεοῦ, καρέντες δὲ αὖθις ἀνατέλλομεν, ὡς ἐν τῷ Περὶ ἀναστάσεως διὰ πλειόνων δηλωθήσεται, χόρτος δὲ ὁ χυδαῖος ἀλληγορεῖται ὄχλος, ὁ τῆς ἐφημέρου εὐφροσύνης οἰκεῖος, ὁ πρὸς ὀλίγον ἀνθῶν, ὁ φιλόκοσμος καὶ φιλόδοξος καὶ πάντα μᾶλλον ἢ φιλαλήθης, εἰς οὐδὲν ἀλλ' ἢ εἰς ὑπέκκαυμα εὔθετος πυρός. 2.10βις.105.1 Ἄνθρωπος γοῦν ἦν τις, ὁ κύριος διηγούμενος λέγει, πλούσιος σφόδρα, ὃς ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς· οὗτος ὁ χόρτος ἦν·