68
οὐ γὰρ ἐξ ὅλης καρδίας προσφέρει τὴν δέησιν τῷ Κυρίῳ, ἀλλὰ μεμερισμένῃ διανοίᾳ. Ἡ δὲ Θεῷ βουλομένη προσα νέχειν καθημένη ἔνδον φρονεῖ τὰ τοῦ Κυρίου, νυκτὸς καὶ ἡμέρας ἀκαταπαύστῳ στόματι δέησιν προσφέρουσα εἰλικρινῆ. Ὥσπερ οὖν καὶ ἡ σοφωτάτη Ἰουδίθ, μαρτυρουμένη ἐπὶ σωφροσύνῃ, νυκτὸς καὶ ἡμέρας ἐδέετο τοῦ Θεοῦ ὑπὲρ τοῦ Ἰσραήλ, οὕτως οὖν καὶ ἡ ὁμοία αὐτῇ χήρα ἔντευξιν ἀκατά παυστον ὑπὲρ τῆς Ἐκκλησίας προσοίσει τῷ Θεῷ, καὶ εἰσακούσεται αὐτῆς διὰ τὸ τὴν διάνοιαν αὐτῆς πρὸς μόνῳ τούτῳ ἠρτῆσθαι καὶ μήτε πρὸς ἀπληστίαν μήτε πρὸς ἐπιθυμίαν πολυδάπανον ἐκκεῖσθαι· ὅ τε ὀφθαλμὸς αὐτῆς ἁγνὸς καὶ ἡ ἀκοὴ καθαρὰ καὶ αἱ χεῖρες ἀμόλυντοι καὶ οἱ πόδες ἥσυχοι καὶ τὸ στόμα οὔτε πρὸς λαιμαργίαν οὔτε πρὸς φλυαρίαν ἕτοιμον, ἀλλὰ λαλοῦν μὲν τὰ δέοντα, μετα λαμβάνον δὲ ὧν προσῆκεν διὰ μόνην τὴν σύστασιν· οὕτως οὖν σεμνὴ καὶ ἀτάραχος ὑπάρχουσα εὐάρεστος ἔσται τῷ Θεῷ, καὶ ἅμα τῷ αἰτήσασθαι αὐτήν τι προφθάσει αὐτὴν ἡ δόσις· «Ἔτι γάρ σου λαλοῦντος, φησίν, ἐρῶ· ἰδοὺ πάρειμι.» Τοιαύτη δὲ οὖσα ὑπαρχέτω ἀφιλάργυρος, ἄτυφος, μὴ αἰσχροκερδής, μὴ ἄπληστος, μὴ λίχνη· ἀλλ' ἐγκρατής, πραεῖα, ἀτάραχος, εὐλαβής, αἰδήμων, καθημένη ἐν τῇ οἰκίᾳ αὐτῆς ψάλλουσα, προσευχομένη, ἀναγινώσκουσα, ἀγρυ πνοῦσα, νηστεύουσα, Θεῷ πάντοτε προσομιλοῦσα ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Ἔριά τε ἐκλαμβάνουσα ἑτέροις μᾶλλον ἐπιχορηγείτω, ἤπερ αὐτή τινος δεέσθω, μιμνησκο μένη τῆς ἐν τῷ Eὐαγγελίῳ μεμαρτυρημένης ὑπὸ τοῦ Κυρίου χήρας, ἤτις ἐλθοῦσα ἐν τῷ ἱερῷ ἔβαλεν εἰς τὸ γαζοφυλάκιον τὰ δύο λεπτά, ὅπερ ἐστὶ κοδράντης· καὶ θεασάμενος αὐτὴν ὁ καρδιογνώστης Χριστὸς ὁ Κύριος ἡμῶν καὶ διδάσκαλος εἶπεν· «Ἀμὴν λέγω ὑμῖν, ὅτι αὕτη ἡ χήρα πλεῖον πάντων ἔβαλεν εἰς τὸ γαζοφυλάκιον, ὅτι οἱ πάντες ἐκ τοῦ περισσεύ ματος αὐτῶν ἔβαλον, αὕτη δὲ ὅλον τὸν βίον αὐτῆς, ὃν εἶχεν ἔβαλεν.» Σεμνὰς οὖν δεῖ εἶναι τὰς χήρας, πειθομένας τοῖς ἐπισκόποις καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις, ἔτι μὴν καὶ ταῖς διακόνοις, εὐλαβουμένας, ἐντρεπομένας, φοβου μένας, μὴ κατεξουσιαζούσας μηδὲ παρὰ τὴν διαταγήν τι ποιεῖν θελούσας δίχα γνώμης τοῦ διακόνου, οἷον τὸ πρός τινα ἀπελθεῖν θελούσας ἐπὶ τὸ φαγεῖν παρ' αὐτῷ ἢ πιεῖν ἢ λαβεῖν τι παρά τινος. Eἰ δὲ μὴ κελευσθεῖσα ποιήσει ἕν τι τῶν τοιούτων, ἐπιτιμάσθω νηστείᾳ ἢ ἀφορισμῷ ὡς προ πετής. Τί γὰρ ἐπίσταται, ὁποία τίς ἐστιν, παρ' ἧς