μέλλοντος. Σημείωσαι δὲ ὅτι ἐπὶ μὲν ἀνθρώπων, εἰπεῖν ἁπλῶς ἔφη ὁ ποιητὴς, ἐπὶ δὲ ∆ιός, ὄσσαν. φησὶ γάρ. ἤν τίς τοι εἴπῃσι βροτῶν. ἢ ὄσσαν ἀκούσῃς ἐκ ∆ιός. καὶ ἔστι τὸ εἴπῃσιν, ἀντὶ τοῦ λαλήσει ὡς οἷά τι εἰδώς. ἴσως δὲ, καὶ προσυπακουστέον τὸ ἔπος ἀπὸ κοινοῦ. ἵνα λέγῃ, ἤν τίς τοι εἴπῃσιν ἔπος. ἢ καὶ ἄλλως, ἤν τίς τοι εἴπῃσι περὶ πατρός. Ἔτι ἰστέον καὶ ὅτι τὸ ἤν τίς σοι εἴπῃ. ταυτόν ἐστι τῷ, εἴπως εἴπῃ. αὐτὸ δὲ, ἶσόν ἐστι τῷ, ὅπως εἴπῃ, κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον. (ῃερς. 285.) Ὅτι προαναφωνῶν κἀνταῦθα Ὅμηρος τὸ εἰς Πύλον καὶ εἰς Σπάρτην ἐλθεῖν τὸν Τηλέμαχον, πλεῖον σεμνύνει τὸν Νέστορα ἤπερ τὸν Μενέλαον, ἐκεῖνον μὲν γὰρ, δῖον λέγει. ξανθὸν δὲ ὡς καὶ ἐν Ἰλιάδι, τὸν Μενέλαον. ὃς καὶ δεύτατός φησι τῶν ἄλλων Ἀχαιῶν ἐνόστησεν ἐκ πλάνης. τουτέστιν ὕστατος ἐπανῆλθε. διὸ καὶ ὁ Τηλέμαχος εἰς ἐκεῖνον ἐλθὼν, πλείονα ἱστορίαν καὶ ξενικωτέραν ἐξ αὐτοῦ συνάγει, ὡς ἀπὸ πολυχρονίου πλάνητος. καὶ περὶ τοῦ πατρὸς δὲ ἀκριβέστερόν τι ἐξ ἐκείνου ἀκούει. Γίνεται δὲ τὸ δεύτατος ἀπὸ τοῦ δεύω τὸ ἐλλείπω. ἐξ οὗ συγκριτικὸν, δεύτερος ὁ ἐλλιπέστερος. καὶ ὑπερθετικὸν, δεύτατος ὁ ἐλλιπέστατος. ὥσπερ βασιλεύτερος βασιλεύτατος. (ῃερς. 289.) Ὅτι τὸ τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτὸν, εἴπῃ ἄν τις ὅτε συμβουλεύεταί τινι ἐπὶ πολὺ φερεπονεῖν. Ἔστι δὲ τὸ, τλαίης ἐνιαυτὸν, ὅμοιον τῷ, μείνατ' ἐπὶ χρόνον, ἀορισταίνει γὰρ νῦν ἐπίτηδες καὶ αὐτό. Τὸ δὲ τλαίη, εὑρεθήσεται ἀλλαχοῦ καὶ τετλαίη ἐν ἀναδιπλασιασμῷ. θέμα δὲ αὐτοῦ, τὸ τλῆμι. οὕτω δὲ καὶ ἐκ τοῦ θνῶ θνῆμι ἔθνην θνὰς θνάντος, θναίην. καὶ κατὰ ἀναδιπλασιασμὸν, τεθναίην. ἄλλως δὲ, κλίσιν ὁμοίαν ἀδιπλασίαστον ἔχουσι, τὸ κλῦθι κατά τινας καὶ τὸ δῦθι. ἔτι δὲ καὶ τὸ ἵληθι ἐκ τοῦ ἵλημι ἀῤῥήτου θέματος. τὸ δέ γε δίδωθι δέ μοι κλέος ἐσθλὸν, ἐξ εὐχρήστου ἐνεστῶτος προῆκται τοῦ, δίδωμι διδοὺς διδόντος δίδωθι. ἔχει δὲ ἀναγκαίαν ἔκτασιν τῆς παραληγούσης καθὰ καὶ τὸ πιμπλὰς πιμπλάντος πίμπλαθι καὶ τροπῇ πίμπληθι. οὕτω δὲ καὶ ἵλαθι ἵληθι. τὸ δὲ τέθναθι οὗ τρίτον τὸ τεθνάτω, γεγονὸς ἐκ τοῦ τεθνὰς τεθνάντος, ἐνέμεινε τῇ βραχείᾳ παραλήξει, ἐπειδὴ οὐκ ἔσχεν ἀνάγκην τινὰ μετρικήν. τούτων δὲ διαφέρει τὸ, ἄλλος δὲ βιώτω ἤγουν ζήτω, ὡς ∆ωρικὸν. βιούτω γὰρ τὸ κοινὸν, ὡς χρυσούτω, καὶ ∆ωρικῇ ἐναλλαγῇ τῆς οˉυ εἰς ˉω, βιώτω. Περὶ δὲ ἐνιαυτοῦ ἰστέον ὡς εἰ καὶ ταυτὸν ἐνιαυτὸν καὶ ἔνον εἰπεῖν, ἀλλ' ἡ παραγωγὴ ἐν αὐτοῖς διάφορος. ἐνιαυτὸς μὲν γὰρ, παρὰ τὴν ˉεˉν πρόθεσιν καὶ τὸ ἰαύειν ὃ ἔστι διατρίβειν, ἕνος δὲ κατά τινας, παρὰ τὸ ἕν, διὸ καὶ εὐλόγως ἐδασύνετο καθὰ καὶ ἡ ἕνῃ. δῆλον δὲ αὐτὸ, καὶ ἐκ τοῦ ἄφενος. ὅπερ ἀπὸ ἕνου ἐτυμολογοῦσι τινὲς ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. ἵνα καὶ ὁ ἕνος κατὰ τὴν ἕνην ἣν θεωρεῖ ὁ Πρόκλος, εἴη μόσχος μονόκερως. τὸ μὲν, διὰ τὸ ἀεὶ νεάζον καὶ ὡς οἷον κατὰ βοῦς ἐργατικὸν ἐν τοῖς περὶ γένεσιν. τὸ δὲ, διὰ τὸ ἑνάδος δίκην μεμονῶσθαι τὰς τοῦ ὅλου ἐνιαυτοῦ ἐνεργείας ὡς οὐδεμιᾶς ἑτέρας τῶν ὡρῶν. δασύ 1.60 νοιτο δ' ἂν καὶ ἄλλως ὁ ἕνος, ἢ παρὰ τὴν ἐν αὐτῷ ἕνωσιν τῶν τεσσάρων ὡρῶν καὶ τῶν κατ' αὐτὰς ἀποτελεσμάτων, ἢ καὶ ὡς ἀπὸ τοῦ ἕω τὸ πληρῶ ἤγουν τελειῶ ἐξ οὗ καὶ ὅλος καὶ ὁλότης. πληροφορεῖ γὰρ τὰ καθ' ἡμᾶς ὡς τελεσφόρος, ὁ ἐνιαυτός. (ῃερς. 290.) Ὅτι ἐν τῷ, εἰ δέ κε τεθνειῶτος ἀκούσῃς μὴ δέ τ' ἐόντος, περισσὸν κεῖται τὸ, μὴ ἐόντος. ἤρκει γὰρ τὸ τεθνειῶτος μόνον, ἐπεὶ δῆλον ὡς ὁ τεθνεὼς οὐκ ἔστι. καὶ ἄλλως δὲ, διορθωτικόν ἐστιν αὐτὸ τοῦ πρὸ αὐτοῦ. οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ὁ ἠκουσμένος τεθνάναι, ἤδη καὶ τέθνηκεν, εἰ μὴ ἀληθῶς ἀπέθανε. τότε γὰρ οὐκέτ' ἔστιν. ἄλλως δὲ, ἡ ἀκοὴ μόνη οὐκ ἀπήγαγεν αὐτὸν τοῦ εἶναι. (ῃερς. 292.) Ὅτι τὸ θάπτειν, σῆμα χεύειν λέγει ὁ ποιητὴς ἤγουν τάφον χωννύειν, διότι πολὺν χοῦν οἱ παλαιοὶ ἐπεφόρουν τοῖς ὀστέοις τῶν τεθνεώτων. ὅθεν καὶ χώματα ἐκάλουν τὰ σήματα, τουτέστιν ἀναχωματισμούς. Σῆμα δὲ ὁ τάφος, κατὰ σχῆμα εὐφημισμοῦ, διότι σημεῖόν ἐστι τοῦ κεῖσθαί τινα ἐκεῖ. ἐνταῦθα δὲ, σῆμα τὸ κενήριον λέγει. οὐ γάρ ἐστι κυρίως ταφῆναι καὶ κυρίως τάφον ἔχειν τὸν ἐπ' ἀλλοδαπῆς τεθνεῶτα. Ὅτι τὸ, κτέρεα κτερεΐξαι, οὐ μόνον ἐτυμολογικῶς ἔχει, ἀλλὰ καὶ Ἀττικόν ἐστι σχῆμα