68
Αἰγύπτιοι, τοῦ θεοῦ συντάξαντος αὐτοῖς τὴν παρεμβολὴν ἐν στύλῳ πυρὸς καὶ νεφέλης, ἤτοι βρονταῖς καὶ ἀστραπαῖς ὄμβροις τε καὶ χαλάζαις, ἔφυγον ὑπὸ τὸ ὕδωρ τῆς ἐρυθρᾶς θαλάσσης, καὶ ἐξετίναξε κύριος ὁ θεὸς πάντας τοὺς Αἰγυπτίους ἐν αὐτῇ σὺν τῷ Φαραῷ, Μωυσέως ἐπιστραφέντος καὶ ἐγκαρσίως τῇ ῥάβδῳ πλήξαντος τὰ ὕδατα σταυρικῷ τύπῳ προστάξει θεοῦ· φασὶ δέ τινες προεκβρασθέντας Αἰγυπτίους νεκροὺς ἐνόπλους εὑρε θῆναι, οὓς Ἰουδαῖοι διαβάντες ἐσκύλευσαν πρὸς τῷ πέρατι τῆς ἐρυθρᾶς. Ἐξάραντες δὲ ἀπὸ τῆς ἐρυθρᾶς ἦλθον ὁδὸν ἡμερῶν γʹ εἰς ἔρημον Σοῦρ ἄνυδρον δίψει φρυγόμενοι, ἔνθα πάλιν Μωυσέως καταστασιάζουσι ὕδατι πικρῷ λίμνης τινὸς ἀπότου παρεμβάλλοντες, Μερρᾶς διὰ τοῦτο καλουμέ νης, ἧς τὸ πικρὸν ξύλου τινὸς ἐμβολῇ Μωυσῆς ἰάσατο θεόθεν ὑποδειχθέν τος εἰς τύπον τοῦ ζωοποιοῦ ξύλου τοῦ σταυροῦ. ἐκεῖθεν ἦλθον εἰς Ἐλείμ, τῆς νεφέλης μετανισταμένης αὐτοῖς ἑκάστοτε κατὰ βούλησιν θεοῦ καὶ πάλιν ἱσταμένης κατὰ τοὺς τόπους τῆς ἀναπαύσεως, σημαινούσης τε τῇ στάσει τὰς μονὰς καὶ τῇ κινήσει τὰς μεταστάσεις ἀεὶ παρ' ὅλον τὸν χρό νον τῆς ἐν ἐρήμῳ διατριβῆς. Εὗρον δὲ εἰς Ἐλεὶμ ιβʹ πηγὰς ὑδάτων ποτίμων καὶ φοίνικας οʹ. τύποι δὲ τῶν τοῦ σωτῆρος ἡμῶν ἦσαν αὗται μαθητῶν, οἵτινες τοῖς θείοις νάμασι τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νοητὸν κατήρδευσαν Ἰσραὴλ σὺν τοῖς οʹ συμφοιτηταῖς καθ' ὅλην διασπαρεῖσι τὴν οἰκουμένην ὑπὸ τῶν ιβʹ. ἀπὸ δὲ Ἐλεὶμ ἦλθον ἐν τῇ ἐρήμῳ Σινᾷ. αὕτη μέσον Ἐλεὶμ καὶ ὄρους Σινᾶ κεῖται. ἐνταῦθα κατεβόων Μωυσέως καὶ Ἀαρὼν λέγοντες· ὤφελον ἐν Αἰγύ πτῳ πληγαῖς θεοῦ τεθνήκαμεν ἀπολαύοντες τῶν ἐν αὐτῇ κρεῶν καὶ ἄρ των. δίδοται δ' αὐτοῖς ἄρτος οὐκ ἐκ γῆς, ἀλλ' ἀπ' οὐρανοῦ δροσοειδῶς καταρρέων καὶ κρυσταλλοειδῶς πηγνύμενος, ἐμφερὴς κορίου σπέρματι 150 λευκῷ κατὰ τὸν ὄρθρον· τὸ δὲ γεῦμα ὡς ἐγκρὶς ἐν μέλιτι. ὅπερ ἀγνοοῦντες οἱ ἀπειθεῖς ἠρώτων «τί ἐστι;» πρὸς ἀλλήλους· διὸ καὶ μάννα κέκληται. μέ τρον ἑκάστῳ τῆς συλλογῆς πρὸς θεοῦ ὥριστο γομόρ, τῷ δυνατῷ καὶ ἀδυ νάτῳ, ὅπερ ὁ πλέον συλλέξας τὸ αὐτὸ μέτρον ἔχων ηὑρίσκετο καὶ ὁ ὀλίγον ὁμοίως. τῷ γὰρ πλεονάζοντι παραδόξως ἠλαττοῦτο καὶ τῷ λειπομένῳ προσετίθετο. τούτου μοῖρα φυλαττομένη εἰς αὔριον εἰς φύσιν σκωλήκων μετεποιεῖτο χωρὶς τῆς ἡμέρας τῶν σαββάτων, ὃ καὶ παραδοξότατον ἦν. τὸ γὰρ αὐτὸ συλλεγόμενον καὶ ἴσον ταῖς ἄλλαις ἡμέραις ἐν τῇ πρὸ τῶν σαββάτων ἡμέρᾳ διπλοῦν ἐγένετο ταῖς δύο ἡμέραις ἐπαρκοῦν, τῇ παρα σκευῇ τε καὶ τῷ σαββάτῳ, μηδ' ὅλως διαφθειρόμενον. ἐτύπου δὲ καὶ τοῦτο τὸ ἀδιάφθορον τοῦ δεσποτικοῦ σώματος κατὰ τὸν καιρὸν τῆς ὑπὲρ ἡμῶν αὐτοῦ ταφῆς, σταυρῷ μὲν καὶ τοῖς ἥλοις καὶ τῇ λόγχῃ φυσικῶς πεπονθὸς ὁμοιοπαθῶς ἡμῖν τὰ τῆς φθορᾶς νύγματα δι' οἶκτον χωρὶς πάσης ἁμαρ τίας, διαφθορὰν δὲ καὶ διάλυσιν μηδ' ὅλως ὑπομεμενηκός. ἔχει μέντοι καὶ ἄλλους λόγους μυστικῶς εἰκονίζοντας τόδε τὸ μάννα, τήν τε πάναγνον θεομήτορα καὶ τὸν κατ' ἀρετὴν βίον, περὶ ὧν οὐ πρόκειται νῦν λέγειν. τοῦτο μὲν οὖν τὸ μάννα κομισθὲν ἐκ τῆς Παρθικῆς εἶδον ἐγὼ καὶ μετέσχον αὐτοῦ, τῆς αὐτῆς γεύσεως ὄν, ἀλλ' οὐχ οὕτω πλουσίως οἷον ὤφθη ποτέ, οὐδὲ κατὰ τήνδε τὴν ἔρημον. κατὰ δὲ τὰς ἑσπέρας αὐτοῖς εἶδος πετεινῶν ἀνέβαινε καὶ ἐκάλυπτε τὴν παρεμβολήν, ὀρτυγομήτρα λεγόμενον, πρὸς βρῶσιν. ἔφαγον τοίνυν τὸ μάννα τεσσαράκοντα ἔτη πολλάκις αὐτὸ βδε λυξάμενοι ὡς διάκενον ἄρτον οἱ τῶν θείων ἀνάξιοι παροχῶν. ἀπέθετο δὲ καὶ Ἀαρὼν ἐν στάμνῳ χρυσῇ γομὸρ τοῦ μὰν ἐναντίον τοῦ θεοῦ εἰς τὰς γενεὰς αὐτῶν, ὃν τρόπον κύριος συνέταξε τῷ Μωυσῇ. Ἀπὸ τῆς ἐρήμου Σινᾶ ἀπάραντες διὰ ῥήματος κυρίου ἦλθον εἰς Ῥαφι δεὶν ἄνυδρον τόπον, ἔνθα λοιδορηθεὶς Μωυσῆς σφόδρα πρὸς τοῦ λαοῦ εὐξάμενος τῷ θεῷ χρησμοδοτεῖται πατάξαι ῥάβδῳ τὴν πέτραν καὶ δοῦναι τοῖς παραπικρασταῖς ὕδατα. καὶ ἐπωνόμασε τὸν τόπον πειρασμὸς καὶ λοι 151 δόρησις. ἔνθα Ἀμαλὴκ ἐλθὼν ἐπολέμησε τὸν Ἰσραήλ, οἷς ἐπιπέμψας Μωυσῆς Ἰησοῦν τὸν τοῦ Ναυῆ, καλούμενον Αὐσῆ πρὸ