68
ἀκηκοέναι ἔφασκε περὶ τούτων· ἐνδέχεσθαί γε μὴν, ὥσπερ νῦν αὐτοῖς ἂν, εἰ μὴ κώλυμα ἦν ὁ ποταμὸς, συνέβη, ἑτέροις περιτυχόντας τοὺς κρατηθέντας μάχῃ διαφθαρῆναι. οὕτως, εἴρηκεν ὁ βάρβαρος, εἰκός· ἀδικίαν μέντοι τοὺς στρατιώτας ἐκείνους οὐδενὸς φεισαμένους εἰργάσθαι, ἀλλὰ τοὺς μὲν ἀποπνίξαντας ἐν τῷ ῥείθρῳ, τοὺς δὲ κατακοντίσαντας ἀφειδῶς. τοιαῦτα διαλεχθεὶς ἀπῆλθεν, ὅτι Ῥωμαίων εἴη βασιλεὺς ὁ διαλεγόμενος αὐτοῖς ἠγνοηκώς. τὸ δὲ πολὺ τῆς στρατιᾶς ἔτι τῇ Ῥωμαίων ἱκανὰς ἐνδιατρίψαντες ἡμέρας, ἐπανέζευξαν καὶ αὐτοί. φήμη μέντοι τις ᾔρετο διὰ πάντων ὁμαλῶς, ὡς πρότερόν τε βασιλεὺς ὁ πρεσβύτερος ἔχθει τῷ πρὸς τὸν ἔγγονον Σκύθας ἐπάξαι Ῥωμαίοις, καὶ νῦν οὐδὲν ἧττον, κρύφα διαπρεσβευσάμενος πρὸς αὐτοὺς, βουλόμενος ἀναστῆσαι Θρᾴκην, ὅτι προσέκειτο τῷ νέῳ βασιλεῖ. εἶχε δὲ ὑγιὲς οὐδὲν, ἀλλὰ καίτοι ὑπὸ πολλῶν φημισθεῖσα, τὸ ψεῦδος ἄκρατον εἶχεν. οὔτε γὰρ πρότερον οὔθ' ὕστερον τῆς Σκυθικῆς αἴτιος ἐφόδου ἐγεγόνει. μʹ. Ὁ βασιλεὺς δὲ ὁ νέος κατὰ τὸ ∆ιδυμότειχον καὶ τὴν Ἀδριανοῦ διέτριβε πόλιν· περὶ δὲ τὴν τοῦ σίτου μάλιστα συγκομιδὴν ἡ αὐτοῦ γαμετὴ νόσῳ κατεσχέθη. διανοούμενος δὲ καὶ αὐτὸς εἰς Βυζάντιον ἀπελθεῖν, προέπεμψεν αὐτὴν, ἅμα καὶ διὰ τὴν νόσον· γενομένη δὲ ἐν Ῥαιδεστῷ, ἐπεὶ μὴ ἐδύνατο ἀντέχειν, ἐτεθνήκει ἑκκαιδεκάτῃ κατὰ Αὔγουστον μῆνα ἑβδόμης ἰνδικτιῶνος, οὐδένα ἔχουσα ἐκ βασιλέως παῖδα. τὸν μὲν οὖν νεκρὸν αὐτῆς κομίσαντες εἰς Βυζάντιον, ἐν τῇ τοῦ 1.194 Λιβὸς ἔθαψαν μονῇ μεγαλοπρεπῶς καὶ βασιλικῶς. βασιλεὺς δὲ ὁ ταύτης ἀνὴρ τὴν ἐς Βυζάντιον βαδίζων, ἐνόσησε καὶ αὐτὸς κατὰ τὰς αὐτὰς ἡμέρας, γενόμενος ἐν Βιζύῃ, καὶ προσέμεινεν ἡμέρας τινὰς ἐκεῖ διὰ τὴν νόσον. ἐπεὶ δὲ ἐῤῥάϊσεν, εἴχετο τῆς ὁδοῦ, καὶ γεγονὼς κατὰ τὴν Ἡράκλειαν τῆς Θρᾴκης, συμβὰν οὕτω, τὴν τῆς βασιλίδος ἐπύθετο τελευτὴν, καὶ ἐπένθησεν ἐκεῖ ἐπὶ πεντεκαίδεκα ἡμέραις. ἔπειτα ἧκεν εἰς τὴν Κωνσταντίνου, καὶ συνδιῆγεν αὐτόθι τῷ πρεσβυτέρῳ βασιλεῖ ἄχρι Νοεμβρίου τῆς ὀγδόης ἰνδικτιῶνος. τῷ δὲ πρεσβυτέρῳ βασιλεῖ ἐδόκει δεῖν εἶναι γυναῖκα μνηστεύσασθαι τῷ ἐγγόνῳ, τοῦτο μὲν, ὅτι καὶ κατ' αὐτὸ τὸ τῆς ἡλικίας ἀκμαιότατον ἦν, ἑπτὰ γὰρ ἐπὶ τοῖς εἴκοσι μέχρι τό τε γέγονεν ἔτη, ἄλλως θ', ὅτι οὐδὲ παιδὸς ἦν πατὴρ, ὃ τοῖς βασιλεῦσι τῶν ἀναγκαιοτάτων ἐπὶ τῷ διάδοχον τῆς ἀρχῆς ἔχειν δοκεῖ. ἐκοινοῦτο δὴ καὶ τῷ νέῳ βασιλεῖ τὴν γνώμην καὶ ἐπεχείρει πείθειν, ἅμα μὲν τὴν ἐπὶ τῇ τετελευτηκυίᾳ λύπην ὑφαιρῶν, ἅμα δὲ καὶ τὰς αἰτίας ὡς ἀναγκαίας τοῦ δευτέρου γάμου προστιθείς. βασιλεὺς δὲ ὁ νέος ἐπὶ πᾶσιν ἐπέτρεπε τὴν κρίσιν τῷ πάππῳ, ὡς ἐφ' οἷς ἂν αὐτῷ δόξῃ λυσιτελεῖν αὐτοῦ πεισθησομένου πάντως. σκοπουμένοις δὲ αὐτοῖς, ὅθεν ἂν ἀγάγοιντο τὴν βασιλίδα, ἐπύθοντο ὡς τοῦ τῆς Σαβωΐας ἄρχοντος, ὃν κόντον ἡ Λατίνων γλῶττα καλεῖ, ἐπὶ υἱῷ τελευτήσαντος καὶ θυγατρὶ, 1.195 ὁ μὲν υἱὸς αὐτῷ τὴν ἀρχὴν διεδέξατο τοῦ πατρὸς, ἡ θυγάτηρ δὲ ἀμνήστευτος ἔτι θαλαμεύεται παρὰ τῷ ἀδελφῷ. αὐτίκα γοῦν ἐπιλεξάμενοι πρέσβεις, τόν τε παρακοιμώμενον Ἀνδρόνικον τὸν Τορνίκην καὶ τὸν ἐπὶ τοῦ στρατοῦ Τζουϊὰν ντὲ Τζεπλὲτ, Κύπριον μὲν ὄντα τὸ γένος καὶ καθ' αἷμα προσήκοντα τῷ ταύτης ῥηγί. ὑποτεταγμένον δὲ αὐτοῖς ἀπέστειλαν εἰς Σαβωΐαν, εἰ μή τινι ἑτέρῳ ἐμεμνήστευτο ἡ κόρη, εἴγε καὶ τῷ ἀδελφῷ κατὰ γνώμην εἴη, ἄξοντες συνοικήσουσαν τῷ νέῳ βασιλεῖ. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἐκεῖ, ἔτι μὲν ἀμνήστευτον εὗρον περὶ ἧς ἧκον· ἐκ μέντοι Φράντζας καὶ ἕτεροι μικρὸν πρὸ αὐτῶν τῆς αὐτῆς ἕνεκα ἧκον πρεσβείας ὡς τῷ σφετέρῳ μνηστευσόμενοι ῥηγί. ὁ δὲ τῆς μνηστευομένης ἀδελφὸς Σαβωΐας κόντος μᾶλλον εἵλετο τῷ βασιλεῖ Ῥωμαίων κατεγγυῆσαι τὴν ἀδελφὴν, καὶ μετὰ φιλοφροσύνης πολλῆς καὶ τιμῆς προσδεξάμενος τοὺς πρέσβεις Ῥωμαίων, συνέθετο τὴν ἀδελφὴν ὡς βασιλέα πέμπειν. ἅμα δὲ τῷ βασιλίδα Ῥωμαίων αὐτὴν ὀνομασθῆναι, τήν τε δίαιταν αὐτῆς πᾶσαν πρὸς τὸ μεγαλοπρεπέστερον ἐνήλλαξεν ὁ ἀδελφὸς, καὶ αὐτὸς οὐχ ᾗ καὶ πρότερον αὐτῇ προσεφέρετο ὁμοίως. πρότερον γὰρ τῇ τε ἡλικίᾳ προέχων καὶ τῷ ἄρχων αὐτὸς εἶναι, καὶ τῆς ἀδελφῆς διὰ ταῦτα ᾤετο δεῖν