68
γεγονώς· ον ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς ὁ τῶν Αἰγυπτίων βασιλεὺς εδησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ ̓Ελιακεὶμ δέδωκεν, ̓Ιωακεὶμ μετονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, εν δὲ χρυσοῦ. τὸν ̓Ιωάχαζ δὲ ἀπήγαγεν εἰς Αιγυπτον, οπου καὶ ἐτελεύτησεν. ὁ δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς ησαν μῆνες ἐπὶ δέκα ἡμέραις. ̓Ιωακεὶμ δὲ ἀσεβεῖ τε οντι καὶ κακούργῳ ετος ηδη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυλωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. ουτος τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ' ετει τῆς βασιλείας ̓Ιωακεὶμ ἐπιστρατεύει τῇ ̓Ιουδαίᾳ μετὰ βαρείας δυ1.171 νάμεως. ̓Ιωακεὶμ δὲ δείσας ὑπόφορον εθετο τῷ Βαβυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ετεσι προσῆγε τοὺς φόρους, ειτα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωνίου, ἐπέσχε τὴν τῶν φόρων καταβολήν, καίτοι τοῦ προφήτου ̔Ιερεμίου προλέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως αλωσιν καὶ τὴν τοῦ βασιλέως ̓Ιωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. ην λαβόντες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· ὁ δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κατῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ' οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ' οὐ πολὺ δὲ κατ' αὐτοῦ στρατεύει ὁ Βαβυλώνιος, ̓Ιωακεὶμ δὲ ἀπραγμόνως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. ὁ δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφόνευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οις ην καὶ ὁ προφήτης ̓Ιεζεκιὴλ παῖς ων, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, ̓Ιωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς ̓Ιουδαίας. Ουτω μὲν εσχε τέλους ̓Ιωακείμ, ἐνιαυτοὺς βιώσας εξ καὶ τριάκοντα, βασιλεύσας δὲ ενδεκα. ὁ δὲ Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. ὁ δὲ μὴ θέλων τὴν πόλιν δι' αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή τι κακῶσαι τὴν πόλιν η αὐτούς· ας παρέβη ὁ Βαβυλώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οι πρὸς ὀκτα1.172 κοσίοις τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο. τὸν ̓Ιωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φίλους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς ̔Ιερουσαλὴμ βασιλείαν τῷ τοῦ ̓Ιωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλ' αὐτῷ φυλάξειν τὴν χώραν. ὁ δὲ νέος ων, εικοσι γὰρ καὶ ἑνὸς ην ἐτῶν οτε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερόπτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ ̔Ιερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδ' ἐπίστευε λέγοντι τὰς μελλούσας εσεσθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· ας καὶ ̓Ιεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς ̔Ιεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν ὁ Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν αλλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδόκουν ἐναντιοῦσθαι. ̓Ιεζεκιὴλ μὲν γὰρ μὴ οψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, ̔Ιερεμίας δὲ δέσμιον αὐτὸν ἀπαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προείρηντο· τυφλωθεὶς γὰρ ἐν ̓Ιουδαίᾳ καὶ δέσμιος ἀπαχθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο. Ουτος ὁ Σεδεκίας ἐπὶ ετη ὀκτὼ τηρήσας τὴν πίστιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους ἀπέκλινε. διὸ στρατεύσας ὁ Ναβουχοδονόσορ ἐπολιόρκει τὴν ̔Ιερουσαλήμ. τῶν δ' Αἰγυπτίων εἰς συμμαχίαν ἡκόντων τοῖς ̓Ιουδαίοις, προϋπαντήσας σφίσιν ὁ Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν αὐτοὺς ελεγον· ̔Ιερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς 1.173 καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπ' ετη