68
ἐκ τοῦ αιρω, τὸ κουφίζω, πλεονασμῷ τοῦ ˉω αἰωρῶ καὶ αἰωρήσω. ̓Απαυρῶ. ἀφαιρῶ. ἐκ τοῦ αιρω τροπῇ τοῦ ˉι εἰς ˉυ καὶ μεταθέσει τοῦ τόνου αὐρῶ καὶ ἀπαυρῶ. ̓Απανθρακίζομεν. ἀντὶ τοῦ ανθρακα ἐσθίομεν. εστι δὲ ειδος ἰχθύος, ο παροπτῶντες ἐσθίουσιν. η ανθρακας πυροῦμεν. ̓Απαρτίζω. εὐαρμόστως συμπληρῶ. ̓Απαινύμενοσ. ἀφαιρούμενος. ̓Απαφίσκω. ἀπατῶ. ̓Απαληθεύειν. τὸ ἀληθὲς ἐξευρίσκειν. alpha.277 ̓Απαγορεύει. ἀποφαίνει. ̓Απηνῄνατο. παρῃτήσατο. ἀναίνω, ἀνῶ, ανῃνα, ἠνῃνάμην, ἠνῄνω, ἠνῄνατο. ̓Απηύρων. παρὰ τὸ ἀπαυρῶ, ἀπαυρήσω, ὁ ˉβ ἀόριστος ἀπηύρων. ̓Απῆκτο. ἀπηνέχθη. ̓Απηλγηκέναι. ἀναισθητῆσαι. * ̓Απήλαχεν. ἀπώλεσεν.* ̓Απηνεώθη. ἐξεπλάγη, αφωνος ἐγένετο. ̓Απήλασεν. ἐδίωξεν. ̓Απῄεσαν. παρῆλθον· παρέδραμον. ̓Απηλοίησεν. ἀπέκοψεν. ἀπὸ τοῦ ἀλοίω, ἀλοιήσω, ἠλοίησα, οθεν καὶ πατραλοίας ὁ τὸν πατέρα τύπτων. ̓Απῇρκεν. ἀπέκοψεν. ̓Απριάτην. ανευ τιμῆς εδωκαν. πρίημι, τὸ παθητικὸν πρίαμαι· τὸ ἐπίῤῥημα ἀπριάδην, καὶ τροπῇ τοῦ ˉδ εἰς ˉτ ἀπριάτην. ̓Απεμπολήσασ. πεπρακώς. alpha.278 ̓Απεμπολῶ. τὸ ἀγοράζω, τὸ κερδαίνω, οπερ ἀντικείμενον ον τοῦ ἐμπωλεῖν τὴν διάπρασιν σημαίνει. ̓Απετίννυον. ἀπεδίδουν. Απεισιν. ἀπέρχεται. ̓Απεβίω. ἀπέθανεν. ̓Απέσβη. ἐσβέσθη. ̓Απέδοτο. παρέδωκεν. ̓Απετείχιζον. ἐκώλυον. ̓Απένειμεν. ἐδικαίωσεν, ἀπεκλήρωσεν. ̓Απειπάμεθα. ἀπέγνωμεν. ̓Απέβλυσεν. ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων η ἀπὸ τῶν γάλα ἀμελγόντων. ὁ δὲ ̓Αριστοφάνης ἀντὶ τοῦ ἐξέρασεν. ̓Απέκτατο. ἐφονεύετο. κτῶ τὸ φονεύω. παράγωγον κτῆμι, εκταμαι, ἐκτάμην, εκτασο, εκτατο καὶ ἀπέκτατο. ̓Απεμυθήσω. ἀπελογήσω. ̓Απεμυθεόμην. ἀπηγόρευον, ἐκώλυον. μυθέω μυθῶ. alpha.279 ̓Απεσπούδαζεν. ἠμέλει, κατεφρόνει. ̓Απερύκω. κωλύω. ̓Απέβριξεν. ἐφύπνωσεν. ̓Απεστυφέλιξεν. εσεισεν, ἐκίνησεν. ̓Απέθρισε καὶ ἀπεθέρισεν. ἀπέκειρε καὶ ἀπέκοψεν. ̓Απεκαίννυτο. ἐνίκα. καίνω, καινύω, καίννυμι, καίννυμαι, ἐκαίνου, ἐκαίννυτο. ̓Απεκορύφου. προφανῶς ελεγεν. ̓Απεκράνιξεν. ἀπεχώριζε τῆς κάρας, ἀπέκοψεν. ̓Απέδοσθε. ἀπεμπολήσατε. ̓Απείρηται. ἀπηγόρευται. ̓Απειρηκώσ. ἀπαγορεύσας. ̓Απεσκληκώσ. κακοπαθήσας. ̓Απενεγκάμενοσ. κτησάμενος. ̓Απέδρα. ἀπέφυγεν. ̓Απεοικέναι. μὴ ὁμοιοῦσθαι. ̓Απείπῃ. ἀπαγορεύσει, ἀτονήσει. ̓Απεμόρξατο. ἀπεπίασεν. ἐκ τοῦ ἀμέλγω. ἀμέλξω, ημελξα, ἠμελξάμην, ἀμέλξατο, καὶ alpha.280 τροπῇ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ ἀπεμόρξατο. ̓Απεστύπαζον. τύπτω, ἀπετύπαζον, καὶ πλεονασμῷ τοῦ ˉς ἀπεστύπαζον. ̓Απεβήσετο. βῶ, βῆμι, βήσω. ειτα μετάγεται εἰς ἐνεστῶτα. ὁ παθητικὸς βήσομαι, ἐβησόμην, ἐβήσετο καὶ ἀπεβήσετο. ̓Απέκτονεν. ἐφόνευεν. κτείνω, κτενῶ, ὁ μέσος παρακείμενος εκτονα καὶ ἀπέκτονεν. ̓Απεπίστευον. ηλπιζον. ̓Απέχθηαι. ἀπέχθω, ἀπήχθων. ἐὰν ἀπέχθω, ἐὰν ἀπέχθωμαι, ἐὰν ἀπέχθηται, καὶ ἀποβολῇ τοῦ ˉτ ἀπέχθηαι. ̓Απέφθιθον. ἀπὸ τοῦ φθίθω. ὁ παρατατικὸς εφθιθον καὶ ἀπέφθιθον. ̓Απενίζοντο. ἐκαθαίροντο. ἀπὸ τοῦ νίπτω, καὶ κατὰ τροπὴν δωρικὴν γίνεται νίζω. οἱ γὰρ ∆ωριεῖς τὰ εἰς ˉπˉτˉω ῥήματα τότε μὲν εἰς δύο ˉςˉσ, τότε δὲ εἰς ˉζ τρέπουσι. alpha.281 ̓Απένεικασ. ἐνέγκω, τροπῇ τοῦ ˉγ εἰς ˉι ἐνείκω, ηνεικας καὶ ἀπένεικας. ̓Απεχθῄρω. ἐχθαίρω, τὸ μισῶ, ἐχθαρῶ, ηχθηρα, ἐὰν ἐχθήρω, καὶ ἀπεχθῄρω. ̓Απειλήτην. ἠπείλησαν. ἀπειλῶ, ἀπειλήσω, ἠπείλησα, ἠπειλησάτην καὶ κατὰ συγκοπὴν τῆς ˉσˉα συλλαβῆς ἀπειλήτην. η ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν, τὸ δυϊκὸν ἠπείλητον, ἠπειλήτην καὶ συστολῇ τῆς ἀρχῆς καὶ τροπῇ τῆς ˉεˉι διφθόγγου εἰς ˉη ἀπειλήτην. ̓Απετρύετο. κατεδαπανᾶτο. ̓Απερωήσειασ. ὁρμήσειας η κωλύσειας. ̓Απεπλίξατο. εὐχερῶς καὶ μετὰ ῥαστώνης ἀπεσείσατο καὶ ἀπέφυγε· πλὶξ γὰρ τὸ βῆμα, καὶ πλίγματα τὰ πηδήματα. ̓Απεγραψάμεθα. ἀπείπαμεν η ἀπηριθμήσαμεν. ̓Απεψύχοντο. πρὸς τὸ πνεῦμα ἐξηραίνοντο. ̓Απέκρινον. ἀπεδοκίμαζον. ̓Απεσάλευε. τοῦτο ἐπὶ νηῶν λέγεται καὶ ἐπὶ ἀνθρώπων. σημαίνει δὲ ἡ λέξις, τὰς ἐλπίδας ἐπὶ τούτοις ειχεν. alpha.282 ̓Απληκεύω. μένω. ̓Αποῤῥυήτω καὶ ἀπεῤῥύητο, ˉη. πτεροῤῥυείτω δὲ δίφθογγον. * Απρω. ὁλονύκτως η ἀπρωϊτῶς.* * ̓Απαρκέσαι. διαφυγεῖν.* ̓Απόστιχε. ἀναχώρει. Ἀποσκαρίζειν. διακεχυμένως γελᾷν.