ταῦτα νόει τῷ τρόπῳ τῆς τῶν προσώπων ὑπάρξεως. Ἐρώτησις ρμ. Eἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι, ἐπέ γνωσαν, καί, τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες, ὡς κληρονόμον τὸν κληρονόμον ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὁ μὲν λέγων· Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποι οῦσιν· ὁ δὲ φάσκων· Eἰ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν; Ἀπόκρισις. ∆ιχῶς ἡ ἄγνοια λέγεται. Ἢ γὰρ μὴ βουλόμενός τις ἀγνοεῖ, ὅταν τὰ πράγματα ὁδηγοῦντα εἰς γνῶσιν οὐκ ἔχῃ· ἢ βουλόμενος ἀγνοεῖ, ὅταν τὰ μὲν πράγματα ἔχῃ ὁδηγοῦντα εἰς γνῶσιν, μὴ βουλόμενος δὲ γνῶναι. Ταύτην δὲ τὴν βουλητὴν ἄγνοιαν οἶδεν ἡ θεία γραφὴ ποτὲ μὲν ἄγνοιαν, ποτὲ δὲ γνῶ σιν ὀνομάζειν. Γνῶσιν μέν, ὡς ὅταν λέγῃ· Καὶ ἐμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε· ἀντὶ τοῦ ∆ύνασθε ἀφ' ὧν ἐργάζομαι γνῶναι τῆς τε ὀνομασίας τῆς ἐμῆς καὶ τῶν λόγων μου τὴν ἀλή θειαν· ψευδόμενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν. Τὸ δὲ ὑπὸ τῶν γεωργῶν γνωρισθῆναι τὸν κληρονόμον, καθὸ ἐθεάσαντο τοῦτον ὑπὲρ πάντα εἶναι ἄνθρωπον ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἔργοις οἷς ἐποίει, καὶ τῇ κλήσει τοῦ υἱοῦ, κατὰ τὴν ὑποτύπωσιν τῆς παραβολῆς. Ὅτι δὲ μετὰ τὸ ἀποθανεῖν αὐτὸν ἀνίστησιν αὐτὸν ὁ θεὸς ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωὴν καὶ τίθησιν αὐτὸν πάντων κληρονόμον, οὐκ ἔγνωσαν· οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς ἔσχε τούτου τὴν ἔμφασιν. Κατὰ ταύτην οὖν τὴν ἄγνοιαν εἶπεν ὁ Χριστός· Πάτερ ἄφες αὐ τοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὡσαύτως δὲ καὶ ὁ ἀπό στολος· Eἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ ρωσαν. Ἐρώτησις ρμα. Eἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισσάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦ λος δέ, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος; Ἀπόκρισις. Ἄλλο τὸ ἄμεμπτον καὶ ἄλλο τὸ ἀναμάρτητον. Ὁ μὲν γὰρ ἀναμάρτητος ἐκ παντὸς καὶ ἄμεμπτος, οὐκέτι δὲ ὁ ἄμεμπτος ἐξ ἀνάγκης καὶ ἀναμάρτητός ἐστιν. Ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν, τῇ προσαγωγῇ τῶν θυσιῶν καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν, γίνεται καθαρὸς καὶ ἄμεμπτος κατὰ τὴν ἐκ νόμου δικαιοσύνην. Ὁ δὲ Χριστός, ἅτε ἀναμάρτητος ὢν καὶ οὐδαμῶς παραβὰς τὸν νό μον, οὔτε διεπράξατό τι διορθώσεως δεόμενον· ἐδέξατο δὲ καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ ἐβαπτίσθη ὑπ' αὐτοῦ, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην, ἣν ὁ Παῦλος πρὸ τοῦ πιστεῦσαι Χριστῷ οὔπω ἦν δεξάμενος· ἐπεὶ οὐκ ἂν ἐδίωξε τὴν ἐκκλη σίαν. ∆ιὰ τοῦτο ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος γε