68
πατρός; Οὐκοῦν οὐ πάντα, ὅσα ἔχει ὁ πατήρ, καὶ τοῦ υἱοῦ εἰσιν, εἴπερ τοῦ πατρός ἐστι δοῦλος, ἑαυτοῦ δὲ οὐδαμῶς. Πῶς δὲ περὶ ἡμῶν λέγει ὁ ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός», δι' αὐτοῦ υἱοθετηθέντων, εἴπερ αὐτὸς δοῦλός ἐστι; Προσηγορικῶς οὖν λέγεται δοῦλος οὐκ αὐτὸς ὢν τοῦτο, δι' ἡμᾶς δὲ δούλου μορφὴν εἰληφὼς καὶ δοῦλος μεθ' ἡμῶν κεκλημένος. Ἀπαθὴς γὰρ ὢν δι' ἡμᾶς ἐδούλευσε πάθεσι καὶ διάκονος τῆς ἡμῶν σωτηρίας γέγονεν. Οἱ δὲ λέγοντες αὐτὸν δοῦλον διιστῶσι τὸν ἕνα Χριστὸν εἰς δύο καθάπερ Νεστόριος. Ἡμεῖς δὲ δεσπότην αὐτόν φαμεν καὶ κύριον πάσης τῆς κτίσεως, τὸν ἕνα Χριστόν, τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, καὶ πάντα εἰδέναι· «ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι». 66 Περὶ προκοπῆσ Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄγων, ἔτι δὲ τὴν τῶν ἀνθρώπων ἐν σοφίᾳ καὶ χάριτι προκοπὴν καὶ τὴν τελείωσιν τῆς τοῦ πατρὸς εὐδοκίας ἤγουν τὴν τῶν ἀνθρώπων θεογνωσίαν τε καὶ σωτηρίαν οἰκείαν προκοπὴν ποιούμενος καὶ οἰκειούμενος πανταχοῦ τὸ ἡμέτερον. Οἱ δὲ προκόπτειν αὐτὸν λέγοντες σοφίᾳ καὶ χάριτι ὡς προσθήκην τούτων δεχόμενον οὐκ ἐξ ἄκρας ὑπάρξεως τῆς σαρκὸς γεγενῆσθαι τὴν ἕνωσιν λέγουσιν οὐδὲ τὴν καθ' ὑπόστασιν ἕνωσιν πρεσβεύουσι, Νεστορίῳ δὲ τῷ ματαιόφρονι πειθόμενοι σχετικὴν ἕνωσιν καὶ ψιλὴν ἐνοίκησιν τερατεύονται, «μὴ γινώσκοντες, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται». Εἰ γὰρ ἀληθῶς ἡνώθη τῷ θεῷ λόγῳ ἡ σὰρξ ἐξ ἄκρας ὑπάρξεως, μᾶλλον δὲ ἐν αὐτῷ ὑπῆρξε καὶ τὴν ὑποστατικὴν πρὸς αὐτὸν ἔσχε ταυτότητα, πῶς οὐ τελείως κατεπλούτησε πᾶσαν σοφίαν καὶ χάριν, οὐκ αὐτὴ τῆς χάριτος μεταλαμβάνουσα οὐδὲ κατὰ χάριν τῶν τοῦ λόγου μετέχουσα, ἀλλὰ μᾶλλον διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν τῶν τε ἀνθρωπίνων τῶν τε θείων τοῦ ἑνὸς Χριστοῦ γεγονότων, ἐπειδὴ ὁ αὐτὸς ἦν θεός τε ὁμοῦ καὶ ἄνθρωπος τὴν χάριν καὶ τὴν σοφίαν καὶ πάντων τῶν ἀγαθῶν τὴν πληρότητα κόσμῳ πηγάζουσα; 67 Περὶ δειλίασ Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ δημιουργοῦ ἐντεθεῖσαν αὐτῇ φυσικὴν συμπάθειάν τε καὶ οἰκειότητα, δι' ἣν φυσικῶς φοβεῖται καὶ ἀγωνιᾷ καὶ παραιτεῖται τὸν θάνατον. Ἧς ὅρος· «Κατὰ φύσιν δειλία ἐστὶ δύναμις κατὰ συστολὴν τοῦ ὄντος ἀνθεκτική». Εἰ γὰρ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὑπὸ τοῦ δημιουργοῦ τὰ πάντα, τοῦ εἶναι καὶ οὐ τοῦ μὴ εἶναι τὴν ἔφεσιν ἔχει φυσικῶς. Τούτων δὲ κατὰ φύσιν ἴδιον ἡ πρὸς τὰ συστατικὰ ὁρμή. Καὶ ὁ θεὸς λόγος τοίνυν ἄνθρωπος γενόμενος ἔσχε ταύτην τὴν ἔφεσιν ἐν μὲν τοῖς συστατικοῖς τῆς φύσεως τὴν ὁρμὴν ἐνδειξάμενος βρώσεώς τε καὶ πόσεως, ὕπνου τε ἐφιέ μενος καὶ φυσικῶς ἐν πείρᾳ τούτων γενόμενος, ἐν δὲ τοῖς φθαρτικοῖς τὴν ὁρμὴν ὡς τῷ καιρῷ τοῦ πάθους ἑκουσίως τὴν πρὸς τὸν θάνατον συστολὴν ποιήσασθαι. Εἰ γὰρ καὶ νόμῳ φύσεως ἐγίνετο τὰ γινόμενα, ἀλλ' οὐ καθ' ἡμᾶς ἠναγκασμένως· ἑκουσίως γὰρ τὰ φυσικὰ θέλων κατεδέξατο. Ὥστε αὕτη ἡ δειλία καὶ ὁ φόβος καὶ ἀγωνία τῶν φυσικῶν ἐστι καὶ ἀδιαβλήτων παθῶν καὶ μὴ ὑποκειμένων ἁμαρτίᾳ. Ἔστι πάλιν δειλία ἡ ἐκ προδοσίας λογισμῶν συνισταμένη ἢ καὶ ἀπιστίας καὶ τοῦ ἀγνοεῖν τὴν τοῦ θανάτου ὥραν, ὡς ὅταν νυκτὸς δειλιῶμεν ψόφου τινὸς γινομένου· ἥτις παρὰ φύσιν ἐστίν, ἣν καὶ ὁριζόμενοι λέγομεν· «Παρὰ φύσιν δειλία ἐστὶ παράλογος συστολή». Ταύτην ὁ κύριος οὐ προσήκατο· διὸ οὐδὲ ἐδειλίασέ ποτε εἰ μὴ ἐν τῷ τοῦ πάθους καιρῷ, εἰ καὶ οἰκονομικῶς ἑαυτὸν συνέστελλε πολλάκις· οὐ γὰρ ἠγνόει τὸν καιρόν. Ὅτι δὲ ἀληθῶς ἐδειλίασε, φησὶν ὁ ἱερὸς Ἀθανάσιος ἐν τῷ κατὰ Ἀπολιναρίου λόγῳ· «∆ιὰ τοῦτο ὁ κύριος ἔλεγεν· «Νῦν ἡ ψυχή μου τετάρακται». Τὸ δὲ «νῦν» τοῦτό ἐστιν, ὅτε ἠθέλησεν, ὅμως μέντοι τὸ ὂν ἐπιδείκνυται· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν ὡς δοκήσει γινομένων τῶν λεγομένων. Φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο». Καὶ μεθ' ἕτερα· «Οὐδαμῶς δὲ