68
Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ' ἑκάστῳ τῶν σπουδαζομένων τὰς ἀποτυχίας ἐλογιζόμεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀποτεκνώσεις. Ἀλλ' ὅμως ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι, τὴν δὲ τῶν ἐλπισθέντων ἔκβασιν ἀνατιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Οὔτε ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτὲ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς, καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν.
ΤΙΤΛ. Νʹ. -Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ.
«Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα ὥσπερ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς, καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστιν.» - «Οὐχ εὑρεθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος.» «Εἶπε Κύριος πρὸς Ἰησοῦν· Οὐ δύνανται υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα. Οὐ προσθήσω ἔτι μεθ' ὑμῶν εἶναι, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. Ἀναστὰς ἁγίασον τὸν λαὸν εἰς τὴν αὔριον· καὶ ὃς ἀναδειχθῇ παρὰ Κυρίου, κατακαυθήσεται ἐν πυρὶ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην Κυρίου, καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ. Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωῒ, καὶ εἶπε τῷ Ἀχάρ· Ἀνάγγειλόν μοι, τί ἐποίησας. Καὶ εἶπεν Ἀχάρ· Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἔλαβον· καὶ ἰδοὺ κεκρυμμένα εἰσὶν ἐν τῇ γῇ. Καὶ ἐλιθοβόλησαν αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ.»
ΤΙΤΛ. ΝΑʹ. -Περὶ ἀμίκτων, καὶ τῶν ἀκοινωνήτως ἐχόντων πρὸς ἄλληλα.
«Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;» «Τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς 95.1260 πρὸς εὐσεβῆ. Τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, αὕτη συντριβήσεται.» «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;» Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς ἐναντίωσις. Οὐχ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν· οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται· οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης· φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθορὰ, ὅταν ἐν ἡμῖν βασιλεύῃ ἡ ζωὴ, καὶ ἡ ἀφθαρσία τὸ κράτος ἔχῃ. Γενηθήτω ἐν ἐμοὶ τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων, φωτὸς εἰσκομισθέντος, ὁ ζόφος ἐξαφανίζεται, οὕτως τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου, πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιίσταται. Ἡδονὴ οὐ παραδέχεται πόνον, οὐδὲ λύπη χαρὰν, οὐδὲ κατήφεια εὐφροσύνην, οὐδὲ αὖ πάλιν πόνος δυναστεύων ἡδονὴν προσίεται, οὐδὲ κρατοῦσα λύπη ἔχει χαρὰν παρεζευγμένην, οὐδὲ κατηφείᾳ ἐγκέκραται εὐφροσύνη. Ἀνεπιπλόκως γὰρ ἔχει πρὸς ἄλληλα τὰ ἐναντία πάθη, καὶ οὐκ ἂν εἰς ταυτὸν ἔλθοι ποτέ· οὐδὲ ὁμηρεύσει ποτὲ πρὸς φιλικὴν κοινωνίαν, διὰ τὴν ἐκ φύσεως ἄσπονδον ἔχθραν καὶ ἀλλοτρίωσιν. Ἀμήχανον συνυπάρχειν τὴν πρὸς τὸν κόσμον ἀγάπην τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος
ΣΤΟΙΧΕΙΟΝ Β. ΤΙΤΛΟΣ Αʹ. -Περὶ βασιλείας οὐρανῶν.