ἀστικῶν, ὀλιγοδρανέων δὲ ἤδη, καὶ ἆσθμα μύχιον καὶ δυσπρόσοδον περιπνέων καὶ ἀναπεμπόμενος. ἄρτι δὲ εἰς τὴν ἀνακτορικὴν ἑστίαν πεφοιτηκὼς, κλινοπετὴς ἐδείκνυτο, τῷ φαρμάκῳ καταπονούμενος. συνιεὶς δὲ, ὡς οὐκ ἂν ἀνασφήλῃ τοῦ τοιούτου πτώματος (τὸ γὰρ ἐνδομυχοῦν δεινὸν τὰ ἔγκατα χαλεπῶς ἐξεθέριζε), τῶν βασιλικῶν 178 θησαυρῶν ἀφειδῶς ἀπαντλῶν, διεδίδου τοῖς πένησι, καὶ μάλιστα τοῖς λελωβημένοις καὶ βεβρωμένα τῇ ἱερᾷ νόσῳ τὰ σώματα περιφέρουσιν, οἷς τῶν ἄλλων πενήτων φιλανθρωπότερον διετίθετο. Νικόλαόν τε, τὸν πρόεδρον Ἀδριανουπόλεως, εἰσκαλέσας, ἄνδρα θεῖόν τε καὶ σεβάσμιον, τὰ κατὰ τὸν βίον αὐτῷ ἀνεκάλυψεν ἀγνοήματα, κρουνοὺς τῶν ὀφθαλμῶν δακρύων ἐπαφιεὶς, καὶ τῷ τούτων λουτῆρι τὰ αἴσχη καὶ τὰ ῥυπάσματα τῶν ἐσφαλμένων ῥυπτόμενος, καὶ τὴν Θεοτόκον ἐπιβοώμενος, ἀρωγὸν εὑρεῖν ἐν ἡμέρᾳ τῆς δίκης, ὁπηνίκα παρὰ τῷ υἱῷ αὐτῆς καὶ Θεῷ τὰ τῶν βροτῶν πρακτέα τοῖς ἀδεκάστοις ζυγοῖς καὶ σταθμοῖς ταλαντεύεται. τοιαύτην ἐξ ἀδιστάκτου γνώμης καὶ συντετριμμένης ψυχῆς τὴν ἐξομολόγησιν ὁ βασιλεὺς ποιησάμενος, τῶν τῇδε μεθίσταται, καὶ πρὸς τὴν ἐκεῖσε μεταβαίνει κατάπαυσιν ἐν μηνὸς Ἰανουαρίου δεκάτῃ, ἰνδίκτου δʹ, ἔτους υπεʹ, ταφεὶς ἐν τῷ κατὰ τὴν Χαλκῆν τοῦ Σωτῆρος νεῷ, ὃν ἐκεῖνος μεγαλοπρεπῶς ἐκ βάθρων ἐδείματο. τοιοῦτον εὗρε τὸ τέλος ὁ αὐτοκράτωρ Ἰωάννης τῆς αὑτοῦ βιοτῆς, ἀνὴρ βραχὺς μὲν τὴν ἡλικίαν τοῦ σώματος, ἡρωϊκὴν δέ τινα περιφέρων ἰσχὺν, γενναῖός τις γεγονὼς ἐν πολέμοις καὶ ἀκαταγώνιστος, καὶ πρὸς τοὺς κινδύνους εὔψυχος καὶ μεγαλότολμος· ζήσας μὲν τὸν πάντα χρόνον τῆς αὑτοῦ βιοτῆς ἔτη πεντήκοντα πρὸς τῷ ἑνὶ, ἰθύνας δὲ τὴν τῆς βασιλείας ἡγεμονίαν εἰς ἐνιαυτοὺς ἓξ , πρὸς ἡμέραις τριάκοντα.