παραλιπών. καὶ μετ' ὀλίγων ἀπολειφθεὶς σὺν τῷ Καίσαρι, ἐν ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως, εἶδε τὸ στῖφος τῶν Τούρκων ἀπειροπληθὲς καὶ θαλάσσης ἀπλέτου μιμούμενον κύματα· ἦσαν γὰρ ὑπὲρ τὰς ἑκατὸν χιλιάδας οἱ βάρβαροι. ὡς δὲ καὶ αὐτὸς ἐθεάθη, καὶ διέκρινε καθ' ἑαυτὸν μὴ ἀκίνδυνον εἶναι τὴν εἰς 191 τοὐπίσω φυγὴν ἅτε τῶν ἵππων αὐτοῦ κεκμηκότων καὶ τῶν ἐναντίων τῇ ἀπονοστήσει θάρσος λαβεῖν δυναμένων, μάχην καθ' ἑαυτὸν συρράξαι διέγνωκεν. ὡς δὲ προέγνων οἱ πολέμιοι τὴν τῶν ἰδίων κατακοπήν, ἐν φόβῳ καὶ κυδοιμῷ γεγονότες μικροῦ ἐδέησαν αὐτοὶ τὴν φυγὴν προλαβεῖν, εἰ μή τινες τῶν Φράγγων τῶν ἵππων καταβάντες ἐψυχαγώγουν αὐτούς, τῇδε κἀκεῖσε σχολαίῳ ποδὶ παρασύροντες. κατανοήσαντες δὲ τούτους ἀπειρηκότας τῷ κόπῳ ἔστησαν ἐπὶ τὸ αὐτό. τοῦ δὲ Ῥουσελίου μετὰ τῶν ἀμφ' αὐτὸν τὰ δόρατα τούτοις μετὰ σφοδρᾶς τῆς ῥύμης ἐπιστηρίξαντος, ἀντέσχον μὲν οἱ Τοῦρκοι, ἔπεσον δὲ καὶ τότε τούτων συχνοί. περικυκλώσαντες δὲ ὀλίγους ὄντας τοὺς ἀμφὶ τὸν Ῥουσέλιον τοσοῦτοι καὶ τηλικοῦτοι τὸ πλῆθος ὄντες οἱ Τοῦρκοι, βέλεσι συχνοτάτοις αὐτοὺς κατετίτρωσκον, τοῖς ἑκηβόλοις τόξοις ἀεὶ κεχρημένοι. καὶ τοὺς ἵππους ἐκ τούτων ἀσυμφανῶς κατασφάττοντες, καὶ διὰ πολλῶν χειρῶν καὶ βελῶν τούτους ἐν κύκλῳ περισχόντες ἀδιεξοδεύτῳ καὶ παναλκεῖ, πεζοὺς τῇ τῶν ἵππων σφαγῇ κατεστήσαντο. καὶ οὕτω πολλοὶ μὲν τῶν Φράγγων μετὰ Τούρκων πλειόνων τηνικαῦτα θανόντες κατέπεσον, ἥλω δὲ ζωγρίᾳ ὅ τε Καῖσαρ καὶ ὁ Ῥουσέλιος. οἱ δ' ὑπολειφθέντες τῶν Φράγγων εἰς τὸ τῆς Μεταβολῆς φρούριον συμφυγόντες, ἔνθα περ ἡ γυνὴ τοῦ Ῥουσελίου ἐτύγχανε, δι' ἀκριβείας ἐποιοῦντο τὴν τούτου φυλακὴν καὶ συντήρησιν. οἱ δὲ Τοῦρκοι τὸν Ῥουσέλιον ἐν ποδοκάκῃ βαλόντες ἰσχυροτάτῃ ἀσφαλῶς συνετήρουν, 192 τὸν δὲ Καίσαρα διὰ τιμῆς ἄγοντες ἄνετον εἶχον καὶ τοῖς οἰκείοις ἀμφίοις ἐπίτιμον. ὅμως δ' οὖν ἀμφοτέρους χρυσίνων ἱκανῶν ἀνταλλάττεσθαι διεμήνυον. Ἀγγελθείσης δὲ τῆς τούτων τροπῆς καὶ ἁλώσεως τῷ κρατοῦντι, ἐκκλησιάσας οὗτος ἐπὶ παλατίου πάσῃ τῇ γερουσίᾳ ἔκπυστον καὶ φανερὸν ἐποίησε τὸ συμβάν. τοῦ δὲ τιμήματος τῶν ἑαλωκότων ἐπιζητουμένου παρὰ τῶν Τούρκων, ἔσπευδεν ὁ βασιλεὺς δι' ἐξωνήσεως τούτους χειρώσασθαι. ἐπικατέλαβε γὰρ καὶ ὁ τὰ πρῶτα φέρων παρὰ τῷ Καίσαρι ὡς παιδείας λόγων καὶ πολυπειρίας ἀντεχόμενος, Βασίλειος πρωτοσβέστης ὁ Μαλέσης, ἐλευθερωθεὶς μὲν ἐκ τῶν Τούρκων τιμῆς ἁδρᾶς πρὸ καιροῦ, προσληφθεὶς δὲ τῷ Καίσαρι στρατηγῷ τοῦ πολέμου ἔναγχος ἀποδεδειγμένῳ, συμβουλεύων τῷ βασιλεῖ ταχέως πρίασθαι τούτους, ἵνα μὴ οἱ Τοῦρκοι, ὡς ἔστι βεβουλευμένον αὐτοῖς, βασιλέα Ῥωμαίων τὸν Καίσαρα προχειρίσωνται, καὶ διὰ τοῦτο μεγάλης ὠφελείας παρὰ τῶν Ῥωμαϊκῶν πόλεων καὶ κωμῶν καὶ δυναστῶν ἀμαχητὶ ἐπιτεύξωνται· τοῦτο γάρ, φησίν, ἐμεμαθήκει μελετῶντας αὐτούς. οὕτω δὲ συμβουλεύσας καλῶς οὐδὲν τῆς τοιαύτης ἀπώνατο συμβουλῆς, εἰ μὴ καὶ μᾶλλον ἀδίκως ὑπερορίαν κατεκρίθη καὶ δήμευσιν, οἷα τὰ τοῦ δεινοῦ καὶ πονηροῦ πολεμήτορος. ἁδρὰν οὖν καὶ βαρυτάλαντον χρυσίου ποσότητα συστήσας ὁ βασιλεύων τοὺς ἐξωνησομένους αὐτοὺς ἀπέστειλεν. ἐπεὶ δὲ ἡ τοῦ Ῥουσελίου 193 γυνὴ τῷ κάστρῳ τῆς Μεταβολῆς ἐμφιλοχωροῦσα, καὶ πλούτου ἱκανῶς ἔχουσα, προεξωνήσατο τὸν ἴδιον ἄνδρα καὶ ἀμφοτέρων τῶν ἐχθρῶν ἐλυτρώσατο, τούτου μὲν οἱ πεμφθέντες ἐκ βασιλέως ἀπέτυχον, τὸν δὲ Καίσαρα μόνον ἐξωνησάμενοι ἐπανῆγον εἰς τὴν βασιλίδα τῶν πόλεων. ἐν δὲ τῇ Προποντίδι γενομένων αὐτῶν εὐλαβηθεὶς ὁ Καῖσαρ ἴσως, ἵνα μὴ ὡς ἀποστάτης καταγνωσθῇ καὶ ὕποπτος τὸ ἀπὸ τοῦδε τυγχάνῃ καὶ περιεσκεμμένος ἢ καὶ ἀπόβλητος, οὐκ ἔκρινε μετὰ κοσμικῆς τῆς περιβολῆς ἐπιστῆναι τῷ ἀνεψιῷ καὶ βασιλεῖ, ἀλλὰ τὴν κοσμικὴν ἀποβαλόμενος τρίχα, μεταθέμενος εἰς τοὺς μοναχούς, οὕτως ἐν εὐτελεῖ τῷ σχήματι τοῖς βασιλείοις ἐνέμιξεν.