αὐτὰς αἰκιζόμενοι. εἰσὶ δέ, φασί, καὶ ἐν γῇ θεῖοι δαίμονες καὶ ἐν τῷ ἀέρι, προστάται τῶν ἐκεῖ ζῴων, καὶ <ἐν> ὕδατι, διὰ πάντων τῶν ὑπὸ σελήνην διήκοντες, ἀέριοί τε καὶ χθόνιοι καὶ ἔνυδροι. 126 Καὶ ὅλως τὴν μεσότητα τῶν δαιμόνων ἀφορίζοντες οἱ παρ' Ἕλλησι σοφοὶ μεταξύ φασιν εἶναι πᾶν τὸ δαιμόνιον θείου καὶ θνητοῦ. μάλιστα δέ φασι τὴν δύναμιν χαρακτηρίζειν τὴν μεσότητα τὴν δαιμονίαν καὶ ἐκ τούτου δεῖν θηρᾶν τὴν νοητὴν αὐτοῦ αἰτίαν.
Εἰσὶ δέ τινες ἀγέλαι δαιμόνων ἐστερημέναι σχεδὸν τῆς ἀγαθοεργίας, οἵτινες λέγονται κακοί, καὶ ἕτεραι ἀγέλαι δαιμόνων ἐστερημέναι τῆς ὄντως γνώσεως, οἵτινες ἄλογοι καὶ θηριώδεις ὀνομάζονται. ἑρμηνεύειν δέ φασι τὸ δαιμόνιον γένος καὶ διαπορθμεύειν θεοῖς τε τὰ παρὰ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν ἐκφαντορικὸν ὑπάρχον ὡς κεκρυμμένων καὶ ἀφανῶν, τῶν δὲ ἀναγωγὸν ὡς διαπορθμεύεσθαι πρὸς τὴν μόνιμον τῶν κρειττόνων ἀγαθότητα δεομένων. ταῦτα μὲν οὖν τῆς Ἑλληνικῆς ἀδολεσχίας εἰσίν· ἡμῖν δέ, οἷς λόγος τὸ προσκυνούμενον, λῆρος ἅπαν δοκεῖ τὸ παρὰ τὰς ἡμετέρας καὶ θείας διατάξεις λεγόμενον. Τοῦ Ψελλοῦ ἐξήγησις τῶν Χαλδαϊκῶν ῥητῶν Χαλδαϊκὸν λόγιον. ἔστι καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα. Ἐξήγησις τοῦ ῥητοῦ. εἴδωλα λέγεται παρὰ τοῖς φιλοσόφοις τὰ συμφυῆ μὲν τοῖς κρείττοσιν, ἐλάττονα δὲ ἐκείνων τυγχάνοντα· οἷον συμφυὴς ὁ νοῦς τῷ θεῷ καὶ τῷ νῷ ἡ λογικὴ ψυχὴ καὶ τῇ λογικῇ ψυχῇ ἡ ἄλογος καὶ τῇ ἀλόγῳ ψυχῇ ἡ φύσις καὶ τῇ φύσει τὸ σῶμα καὶ τῷ σώματι ἡ ὕλη. εἴδωλον οὖν τοῦ μὲν θεοῦ ὁ νοῦς, τοῦ δὲ νοῦ ἡ λογικὴ ψυχή, τῆς δὲ λογικῆς ψυχῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φύσις, τῆς δὲ φύσεως τὸ σῶμα, τοῦ δὲ σώματος ἡ ὕλη. ἐνταῦθα δὲ τὸ Χαλδαϊκὸν λόγιον εἴδωλόν φησι τὴν ἄλογον ψυχὴν τῆς λογικῆς. συμφυὴς γὰρ αὐτῇ ἐν τῷ ἀνθρώπῳ καὶ 127 χείρων ἐκείνης. καί φησιν ὅτι καὶ «εἰδώλῳ μερίς» ἐστιν «εἰς τόπον ἀμφιφάοντα»· τοῦτ' ἔστιν· ἡ ἄλογος ψυχή, ἥτις ἐστὶν εἴδωλον τῆς λογικῆς ψυχῆς, καθαρθεῖσα δι' ἀρετῆς ἐν τῷ βίῳ, ἄνεισιν εἰς τὸν ὑπὲρ σελήνην τόπον μετὰ τὴν διάλυσιν τῆς τοῦ ἀνθρώπου ζωῆς καὶ ἀποκληροῦται εἰς τόπον ἀμφιφαῆ, τοῦτ' ἔστιν ἀμφοτέρωθεν φαίνοντα καὶ ὁλολαμπῆ. ὁ μὲν γὰρ ὑπὸ σελήνην τόπος ἀμφικνεφής ἐστι, τοῦτ' ἔστιν ἀμφοτέρωθεν σκοτεινός, ὁ δὲ σεληνιακὸς ἑτεροφαὴς ἢ ἑτεροκνεφής, τοῦτ' ἔστι τῷ μὲν ἡμίσει μέρει λάμπων, τῷ δὲ ἡμίσει σκότους μεστός. καὶ γὰρ καὶ αὐτὴ ἡ σελήνη τοιαύτη ἐστί, τῷ ἡμίσει μέρει πεφωτισμένη καὶ τῷ ἡμίσει ἀφώτιστος. ὁ δὲ ὑπὲρ τὴν σελήνην τόπος ἀμφιφαής ἐστιν, ἤτοι διόλου πεφωτισμένος. λέγει οὖν τὸ λόγιον, ὅτι οὐ μόνον ἡ λογικὴ ψυχὴ ἀποκληροῦται εἰς τὸν ὑπὲρ σελήνην τόπον τὸν ἀμφιφαῆ, ἀλλὰ μερίς ἐστι καὶ τῷ εἰδώλῳ αὐτῆς, ἤτοι τῇ ἀλόγῳ ψυχῇ, εἰς τὸν ἀμφιφαῆ τόπον ἀποκληρωθῆναι, ὅταν διαυγὴς καὶ καθαρὰ ἐξέλθοι τοῦ σώματος. ὁ μὲν γὰρ Ἑλληνικὸς λόγος, ἀθάνατον τιθεὶς καὶ τὴν ἄλογον τοῦ ἀνθρώπου ψυχήν, μέχρι τῶν ὑπὸ σελήνην στοιχείων αὐτὴν ἀνάγει· τὸ δὲ Χαλδαϊκὸν λόγιον καθαῖρον αὐτὴν καὶ ὁμόφρονα ποιοῦν τῇ λογικῇ ψυχῇ, εἰς τὸν ἐπέκεινα τῆς σελήνης τόπον τὸν ἀμφιφαῆ ταύτην ἀποκαθιστᾷ. Καὶ τὰ μὲν τῶν Χαλδαίων δόγματα τοιαῦτα. οἱ δὲ τῆς εὐσεβείας ὑφηγηταὶ καὶ τῶν Χριστιανικῶν δογμάτων ὑποφῆται καὶ κήρυκες οὐδαμοῦ τὴν ἄλογον ψυχὴν ἀνάγουσιν, ἀλλὰ θνητὴν διαρρήδην ὁρίζονται, ἄλογον δὲ ψυχὴν τίθενται τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν τὴν ὀρεγομένην γενέσεως. οὕτω γοῦν ὁ Νυσσαεὺς Γρηγόριος ἐν τῷ περὶ ψυχῆς λόγῳ διέξεισιν. Χαλδαϊκὸν λόγιον. μηδὲ τὸ τῆς ὕλης σκύβαλον κρημνῷ καταλείψῃς. Ἐξήγησις. ὕλης σκύβαλόν φησι τὸ λόγιον τὸ τοῦ ἀνθρώπου σῶμα τὸ ἐκ τεττάρων στοιχείων συγκείμενον καὶ ὥσπερ ἐν διδασκαλίας λόγῳ καὶ παραινέσεώς φησι πρὸς τὸν διδασκόμενον, ὅτι «μὴ μόνον τὴν ψυχήν σου πρὸς τὸν θεὸν μετεώρισον καὶ τῆς