τηνικαῦτα κρατοῦντα ἐπικυρῶσαι ταύτῃ διὰ χρυσοβούλλου δωρεᾶς τὸ κτῆμα ὃ φθάσας· τῷ ἀνδρὶ ἐχαρίσατο, οὐκ ἀναδιδάξας ὅτι πέπρακε τοῦτο ὁ τὴν πρώτην εἰληφὼς δωρεάν. ὅθεν οὐδ' ὁ χρυσόβουλλος λόγος δύναμίν τινα βοηθοῦσαν τῷ ἐγκαλέσαντι κέκτηται· οὐ γὰρ μετ' εἰδήσεως ὁ κρατῶν ἐδωρήσατο τὸ ἀλλότριον, ἦ γὰρ ἂν ἐπεσημήνατο τοῦτο τῇ δωρεᾷ. Ἔδει μὲν οὖν τὸν ἐνάγοντα τούτοις ἅπασιν ἐπιστομισθέντα, μηκέτι λόγους ἐκ λόγων ἀμείβειν, μηδ' ἀφ' ἑτέρων ἀκύρων ἐφ' ἕτερα μεταπηδᾶν ἄκυρα· ἀλλ' ὃ ἐβούλετο, σφόδρα ἐβούλετο. διὰ ταῦτα πᾶσιν ἐχρᾶτο, καὶ πᾶσιν ἐμάχετο, οὐ ξίφει πλήττων οὐδὲ μαχαίρᾳ τέμνων οὐδὲ λίθῳ βάλλων τὸν ἀντικαθιστάμενον, ἀλλὰ δακτύλῳ θιγγάνων αὐτοῦ. τοιαῦται γὰρ αἱ τῶν ἀντιθέσεων τούτῳ δυνάμεις· ἐν οἷς ὁ μητροπολίτης Ἀγκύρας ἦν οὐκ ἀπροσφόρως μόνον, ἀλλὰ καὶ ἀφελῶς τῆς δίκης ἁπτόμενος, καὶ ἀρχὴν τῆς δωρεᾶς τὴν χρυσόβουλλον ποιούμενος δωρεάν, καὶ τῇ τοῦ ἐνάγοντος φωνῇ ἐν ἅπασι χρώμενος· καὶ ἡ τοῦ Μιχαὴλ θυγάτηρ Μαρία τούτῳ διαλυομένη δῆθεν μεθ' ὃ διέπρασε, καὶ προσμαρτυροῦσα αὐτῷ τὴν δεσποτείαν τοῦ κτήματος, καὶ τὰς ἐπὶ τούτῳ ἀγωγὰς αὐτῷ ἐκχωροῦσα· ἢ παρὰ φαῦλον αὖθις τοῦτο θεμένη πρὸς τὸν τοῦ μαγγλαβίτου πατέρα περὶ τοῦ αὐτοῦ διελύσατο. καὶ τὴν μὲν δευτέραν διάλυσιν εἰκὸς διάλυσιν ὀνομάζεσθαι, ἀμφιβολίας <μὴ> παρεμπιπτούσης ἐπὶ τῷ πράγματι, τὴν δὲ πρώτην διάλυσιν πλάσμα. ἔπαιξε γὰρ αὐτὴν ἡ γυνή, τὸ τοῦ ἀντιδίκου προσωπεῖον ὑποκριναμένη καὶ τὰς ἐκείνου μιμησαμένη φωνάς. πρὸς τούτοις καὶ αὐτὸς ὁ ἐνάγων, ἐνάγων πολλάκις ἦν καὶ ἐπιφωνούμενος καὶ ψηφίσματα προκομίζων δικασταῖς δικαστῶν. ἐπεὶ οὖν οὐδὲν ἐντεῦθεν ἀπώνατο, ἐπὶ τὴν τελευταίαν κατέφυγεν ἄγκυραν, συστάσεις ἀπαιτῶν τὸν ἀντίδικον, ἢ τῆς πράσεως ἐμφανισθείσης τοῦ πάππου αὐτοῦ ἢ τοῦ τῆς μάμμης ἐπικυρωτικοῦ δικαιώματος. ἀλλ' ὁ χρόνος αὐτῷ πολὺς μετὰ τὴν πρώτην ἐκποίησιν ῥέων, οὐδὲ εἰσαγώγιμον ἐποίει τὴν ἀγωγήν· παρ' ἀμφοτέροις μὲν γὰρ ὡμολογεῖτο κατὰ τὸ ϛφθ ἔτος τὴν τοῦ κτήματος γενέσθαι παρὰ τοῦ Ἴβηρος ἐκποίησιν, ὁ δὲ τῆς ἐκποιήσεως τρόπος ἠμφισβητεῖτο. ὁ μὲν γὰρ πρᾶσιν τοῦτο ὠνόμαζε, καὶ αὐτῷ τῷ τῆς πράσεως ἐγγράφῳ τοῦτο ἐπεσφραγίζετο, ὁ δὲ ἐνεχυρίασιν, ἁπλῶς οὕτως διϊσχυριζόμενος. πεντηκοστὸς οὖν τρίτος διαρρεύσας μετὰ τὴν ἐκποίησιν χρόνος ἀπαράδεκτον τὴν τοῦ Ἰβηρίτζης ἀγωγὴν ἐποίει περὶ τοῦ κτήματος. ὁ δὲ διατεμεῖν τὸν χρόνον πολλὰ μέγα βοῶν, ἐπιφωνήσεως ἐνεφάνισεν ἔγγραφα, ὧν τὰ μὲν ἄλλα μετὰ τὴν τριακονταετίαν γεγονότα εὑρίσκετο, ἓν δὲ κατὰ τὴν ιβʹ ἰνδικτιῶνα γεγονέναι ἀνεγέγραπτο. ἐνίστατο δὲ οὗτος ταύτην εἶναι καθ' ἣν ὁ ἐν βασιλεῦσιν ἀοίδιμος κῦρ Ῥωμανὸς τὴς βασιλείας ἐπείληπτο, ὁ δὲ τότε χρόνος κηʹ ἦν, μεθ' ὃ ἐξεποιήθη παρὰ τοῦ πάππου τὸ κτῆμα. ἀλλ' ἡ τῶν τριῶν μαρτύρων ὑπογραφὴ ἀνίσχυρον τοιαύτην εἰργάζετο ἐπιφώνησιν. ὅμως μέν τοι κατὰ συγχώρησιν δόντες ἰσχυρὰν αὐτὴν καὶ ἔννομον εἶναι, πιστώσασθαι ταύτην ἀπαιτοῦμεν τοῖς μάρτυσι, καὶ τηνικαῦτα ἀρχὴν ἀγώνων ἔχειν περὶ τοῦ κτήματος. ὁ δὲ οὐχ οἷός τε ἦν ταύτης τὸ βέβαιον παρασχεῖν, ἀλλ' ἦν μέγα βοῶν, καὶ ὄχλον τῷ δικαστηρίῳ ποιῶν ὡς τῶν ἰδίων ἀποστερούμενος, τῆς τε πράσεως ὡς πεπλασμένης καταψευδόμενος καὶ τὴν σύστασιν αὐτῆς ἀπαιτῶν τὸν ἀντίδικον. ᾔδει γὰρ ὡς τοῦ μακροῦ χρόνου τοὺς ἐν αὐτῇ ὑπογράφους ἐξαφανίσαντας μάρτυρας, μετοκλάσειεν οὗτος εἰς τοιοῦτον ἐμπεσεῖν ἀγῶνα καὶ παραχωρήσειε καὶ ἄκων τούτῳ τοῦ κτήματος. Ἀλλ' ὁ μαγγλαβίτης, ἵνα μὴ καὶ αὖθις ὑπερήμερος ἡ δίκη γένηται, ἑκοντὶ χωρεῖ πρὸς ἀγῶνας, καὶ χειμῶνος ὥρᾳ ἀβάτους ὁδοὺς διελθὼν καὶ πολλὴν ἀμείψας ἧκε κομίζων ἄνδρας τρεῖς, ὧν ὁ μὲν ἐμαρτύρησεν ὅτι παρῆν ἐν τῇ πράσει καὶ αὐτὸ τὸ λογάριον αὐτὸς ἐπεφέρετο, καὶ ὅτι αὐτοῖς ὀφθαλμοῖς ἐθεάσατο καὶ τοὺς μάρτυρας ὑπογράψαντας καὶ τὸν πωλήσαντα Ἴβηρα ἐν τῷ γράμματι τῆς πράσεως ἐπιγράφοντα. οἱ