πέφυκεν ἄλγη τοῦ κόλου· ἀπεψίαι στρόφοι τε, κλεῖθρα γαστέρος, καὶ τρυπανώδεις τοῦ πεπονθότος πόνοι. διαίρεσις δὲ τῆσδε τῆς κοινωνίας αὕτη πέφυκεν ἐμφρόνως νοουμένη. τοῖς γὰρ κακῶς ἔχουσιν ἐν πάθει κόλου ἡ δεξιὰ πέπονθε λαγόνος φύσις, ἡ πικρία δὲ τῆς ὀδύνης τοῦ πάθους ἄνω κάτωθεν μέχρις ἥπατος τρέχει καὶ κλείεται κάτωθι πᾶς κόπρου πόρος, τὸ δ' οὖρον αὐτοῖς φλεγματῶδες εἰς ἄκρον. τοῖς δ' αὖ γε κύστιν καὶ νεφρὸν πεπονθόσι, τούτοις παρεμπέπηγεν ὁ σφοδρὸς πόνος, ναρκᾷ τε μηρὸς τοῦ κατ' εὐθεῖαν πόρου, λίθος τε τούτοις πλάττεται ποικιλόχρους· καὶ παιδίοις μὲν κύστις ἐξάγει λίθους, πλάττουσι δ' αὐτοὺς οἱ νεφροὶ τοῖς ἀνδράσι. νεφριτικῶν δὲ ταῦτα σημεῖα φρόνει· ἄπεπτον οὖρον, ἀλλὰ μὴν καὶ λευκόχρουν, τρίψεις ἔχον κάτωθι πολλῶν ψαμμίων, ἔπειξις εἰς οὔρησιν, αἰδοίων τάσεις· ὕλη δέ ἐστι τοῖς πεπλασμένοις λίθοις χυμὸς γεώδης ἐκ παχείας οὐσίας τῇ θερμότητι τῶν νεφρῶν πεφυρμένη. τὴν φλεγμονὴν δὲ τῶν πεπονθότων πόρων πύρωσις, ἄλγος ἀκριβώσει καὶ τάσις παρατροπὴ νοῦ, πῦρ καταφλέγον φύσιν, χολῆς κένωσις, οὖρον οὐκ ἐπιρρέον. Τὸ δ' ἧπαρ ὕλη ποικίλων νοσημάτων· ἁλίσκεται γὰρ φλεγμοναῖς, σκίρροις πλέον, ἐμφράξεσι μάλιστα ταῖς βροτοκτόνοις, ἐξασθενοῦν τε πρὸς τὸ πέττειν σιτία ἐργάζεται πάνδεινα τῇ φύσει πάθη. τὰς τέσσαρας γὰρ δυνάμεις κεκτημένον, εἰ μὲν κενοῖ δίυγρον οὐσίαν κάτω, τὴν ἑλκτικὴν πέπονθε δύναμιν μόνην· εἰ δ' ὡς κρεώδεις ἐξάγει τὰς οὐσίας, πρὸς τὴν μεταπλάττουσαν ἠσθένηκέ πως. ἔπειτα φλεγμήναντος ἥπατος φύσει τῷ δεξιῷ πέπηγεν ἐν βάθει πόνος δεινόν τε καῦμα τὴν φύσιν καταφλέγει, καὶ δίψα καὶ βήξ, ἀλλὰ καὶ δύσπνοία τις δεινῶς σπαράττει τὴν πεπονθυῖαν φύσιν. ἀλλ' εἰ μὲν εἴη τοῖς σιμοῖς τετρωμένον, καὶ λειποθυμήσουσιν οἱ πεπονθότες, ἕξουσι δ' αὖθις ὑδρικὰς παρεγχύσεις· εἰ δ' αὖ τὰ κυρτὰ φλεγμονῆς ἔχει τάσις, τοῖς δακτύλοις γνοίη τις ὄγκον αὐτίκα. Ὑδρωπικῶν δ' αὖ εἰσβολὴν παθημάτων καχεξίαν λέγουσι τεχνικοὶ λόγοι. ὁ δ' ὕδερος τί; ψῦξίς ἐστιν ἡπάτων, σκίρρωσιν οἷα καὶ ζέσιν πεπονθότων, ἢ συμπαθούντων τοῖς πεπονθόσι τόποις ὕδρωψ παρεβλάστησε δυσχερὴς νόσος, τὰς αἱματώδεις οὐκ ἔχουσα συστάσεις. ἀθροίζεται δ' ἐντεῦθεν ὑγρὸν πνεῦμά τε, μέσον πεφυκὸς ὑμένος τεταμένου καὶ τῶν ἑλικτῶν χορδοειδῶν ἐντέρων. κἂν μὲν τὸ πνεῦμα τῶν ὑγρῶν εἴη πλέον, ὕδρωψ ἐπλάσθη τῷ ψοφεῖν τυμπανίας· εἰ δ' ἐστὶ πλέον ὑγρότητος οὐσία, ὕδρωψ ἐτέχθη προσφυῶς πως ἀσκίτης· εἰ δ' ἐκχυθείη πρὸς τὸ πᾶν τῆς οὐσίας ῥοῦς αἱματώδης, φλεγματώδης τὴν χρόαν, ὕδρωψ ὁ λευκόφλεγμός ἐστι τῇ φύσει. Χυμοὺς δ' ὑφέλκων τοῖς πόροις μελαντάτους ἐξ ἥπατος σπλὴν τῇ καταλλήλῳ θέσει, ἐξασθενήσας ἢ φραγεὶς τὰς εἰσόδους, τοὺς ἰκτέρους δράσειε τοὺς μελαγχρόους. ἀλλ' εἰ μὲν οὐ πέφυκε τῷ σπλάγχνῳ βάρος, τὴν ἑλκτικὴν δύναμιν πέπονθε μόνην· εἰ δ' ἄλγος ἴσχει, τυγχάνει πεφραγμένος, ἐφ' ᾧ πέφυκε φλεγμονή τε καὶ ζέσις, οὖρον δυσῶδες, καὶ κάκοσμον τὸ στόμα, καὶ τῶν σκελῶν ἕλκωσις οὐκ ἰωμένη· εἰ δ' ἴκτερος γένηται παύων τὴν νόσον, μετάστασιν δείκνυσιν ἔξω τῆς ὕλης. Τὸ δ' αὖ περιτόναιον εἰ ῥαγῇ βίᾳ, ὄλισθον εἰργάσατο δεινὸν ἐντέροις. Ἀκούσιος κένωσις ἡ τῶν σπερμάτων ἡ τῆς γονῆς πέφυκεν ἔκλυτος ῥύσις, πάθος μυσαρόν, γονόρροια τοὐπίκλην, τὸν καυλὸν οὐ τείνουσα τὸν φυτοσπόρον, ἐξασθενοῦντος τοῦ καθεκτικοῦ τόνου τὸ σπέρμα τηρεῖν, ὥστε μὴ καταρρέειν. Ἡ δ' αὖ σατυρίασις αἰδοίου πάθη καὶ παλμὸς ὀξὺς καὶ φλογίζουσα ζέσις, δεινῶς ζεσάντων τῶν σποροτρόφων πόρων. Τὸν πριαπισμὸν Πριάπου φερωνύμως αὔξησιν εἰς μέγιστον αἰδοίων νόει, ὁρμὴν ἀναφρόδιτον, ἔντασιν μόνον. γεννᾷ δὲ τοῦτον φλέγμα μετρίως ζέσαν καὶ πνεῦμα τῆξαν καὶ κινῆσαν τὴν φύσιν. Γυναιξί τις πέφυκεν ἔμμηνος ῥύσις, ἧς αἴτιον πρώτιστον ἄμβλωσις τόκου ἢ σώματος δύσκρατος ἴσως οὐσία, πάθημα μήτρας, ὑστέρας καλουμένης, ἢ ψῦξις ἢ κάκωσις ἢ πληγῆς βάρος· ἡ