1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

68

24, 21 καὶ γύναιον οὐκ ἠλέησαν. τὸ διὰ τὴν φύσιν ἐπικουρίας δεόμενον. 24, 22 θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους. οὐκ ἔκ τινος αἰτίας εὐλόγου, ἀλλὰ ψυχῆς ἀλόγῳ κινήματι τῷ θυμῷ χρώμενος κατέστρεψε καὶ εἰς παντελῆ περιέστησεν ἀπορίαν τοὺς ἀδυνάτους καὶ ἀνεπικουρήτους. 213 24, 22 ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσει κατὰ τῆς ἑαυτοῦ ζωῆς. διὰ ταῦτα οὖν ὁ ἀσεβὴς καθ' ἑκάστην ἡμέραν ἀνιστάμενος οὐ πιστεύσει εἰ ζήσεται, ἀλλὰ μενεῖ δεδοικὼς καὶ περίφοβος ὤν. οὐδὲν γάρ ἐστι φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων, ὡς ὁ σοφὸς ὡρίσατο Σολομών. 24, 23 μαλακισθεὶς δὲ μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ. συμβαίνουσι γὰρ πολλάκις καὶ διὰ ἁμαρτίας αἱ τῶν σωμάτων νόσοι. τὸ δὲ μὴ ἐλπιζέτω ἀντὶ τοῦ· δύσελπίς ἐστιν ὑπὸ τῆς ἰδίας συνειδήσεως βαλλόμενος. πεσεῖται δὲ ὑπὸ τῆς νόσου δηλονότι πληγείς. 24, 24 πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ. διὰ τοῦτο πεσεῖται, ἐπειδὴ ὑψωθεὶς πολλοὺς ἐκάκωσεν. 24, 24 ἐμαράνθη ὥσπερ μαλάχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτομάτως ἀποπεσών. ἕτερα ἀντίγραφα· _ὥ_σ_π_ε_ρ_ _χ_λ_ό_η, περιέχουσιν. ὅμοιον δὲ καὶ ὁ μεγαλογράφος εἶπεν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσεται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. καλῶς δὲ εἶπε τὸ αὐτομάτως ἀποπεσών· ἑκάστῳ γὰρ ἡ ἰδία ἁμαρτία τιμωρὸς γίνεται. 214 24, 25 εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου. ἐγὼ μὲν οὖν, φησίν, ταῦτα δοξάζω περί τε τῆς τῶν ἀσεβῶν ἀδικίας καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς δικαίας ἀνταποδόσεως. εἰ δὲ ψευδῆ τὰ εἰρημένα, ὁ βουλόμενος παρελθέτω καὶ διελεγξάτω τὸν λόγον καὶ τοὺς ἐμοὺς ἀκυρωσάτω λόγους. 215 ΚΕΦΑΛΑΙΟΝ ΟΚΤΩΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; Προθεωρία τοῦ κεφαλαίου ὥσπερ ὁ Ἐλιφὰζ ἀπορήσας πρὸς τὰ προβληματικῶς ὑπὸ τοῦ Ἰὼβ εἰρημένα οὐκ εὐθυδικίαν ἠγωνίσατο, ἀλλ' ἐπὶ τὰς κατὰ τοῦ δικαίου διαβολὰς ἔτρεψε τὸν λόγον, οὕτω καὶ ὁ Βαλδὰδ οὐκ ἔχων ἐλέγχειν τοῦ Ἰὼβ τοὺς λόγους μετοχετεύει τὴν ἀπολογίαν καὶ ὡς ἐπαιρόμενον κατὰ τοῦ θεοῦ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ οἰκείᾳ θεοσεβείᾳ διαβάλλει, θαυμαστῶς μὲν τὰ περὶ θεοῦ φιλοσοφῶν, ἐξευτελίζων δὲ τὴν ἀνθρώπου φύσιν καὶ μηδὲν τῶν καθαρωτάτων καθαρὸν εἶναι διοριζόμενος συγκρίσει τῆς θείας καθαρότητος. Αἱ λέξεις 25, 2 τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτῷ; ἐπειδὴ μέγα, φησίν, ἐπὶ θεοσεβείᾳ φρονεῖς, μάνθανε ὡς ἀρχὴ σοφίας καὶ θεοσεβείας ὁ θεῖος ὑπάρχει φόβος· σὺ δὲ ἀφόβως διαλέγει. ὁ τοίνυν τὸ προοίμιον τῆς θεοσεβείας μὴ κτησάμενος, πῶς τοῖς ἄλλοις αὐτῆς μέρεσι σεμνύνεσθαι δύναται; 216 τοῦτο καὶ ὁ ψαλμῳδὸς ἐφιλοσόφησεν ἐμμελῶς ἐπιβαλλόμενος· ἀρχὴ σοφίας φόβος κυρίου. 25, 2 ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ. εἰς φόβον ἐνάγων τὸν Ἰὼβ τοῦ θεοῦ τὴν δύναμιν ἐξηγεῖται καί φησιν, ὅτι ὁ θεὸς ὕψιστος ὢν καὶ ὑπεράνω παντὸς τὰ πάντα κατεσκεύασε καὶ πάντων ἐστὶ δημιουργός. ἔστι δὲ καὶ νοῆσαι ἑτέρως τὸ ἐν ὑψίστῳ ἐν τῷ υἱῷ· ὕψιστος γὰρ ὁ υἱὸς ὥσπερ καὶ ὁ πατήρ. 25, 3 μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; πειραταὶ μέν εἰσι κυρίως οἱ τὴν θάλασσαν λῃστεύοντες. καθόλου δέ φησιν ὅτι· μηδεὶς ἐννοείτω, ὡς ἐπὶ πολὺ διαμένει θεὸς ὑπερτιθέμενος τὰς κατὰ τῶν ἀδίκων τιμωρίας, ἀλλ' ὥσπερ οἱ ἐνεδρεύοντες οὕτως ἀδοκήτως αὐτοῖς ἐπέρχεται καὶ οὐκ ἔστι τινὰ τῶν ἀσεβῶν τὴν θείαν διαδρᾶναι δίκην. 25, 4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου, ἢ τίς ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; ὡραῖον ὁ Βαλδὰδ ἐδίδαξε δόγμα. οὐδεὶς γὰρ ἀνθρώπων ἑαυτὸν καθᾶραι δύναται διὰ τὴν πατροπαράδοτον ἁμαρτίαν, εἰ μὴ τῆς θείας τύχοι καθάρσεως. καὶ ἄλλως δέ, εἰ καὶ τῇ ἀνθρωπίνῃ κρίσει πολλοὶ δίκαιοι νομίζονται, ἀλλά γε τῷ πανεπισκόπῳ τοῦ θεοῦ ὀφθαλμῷ οὐδεὶς δίκαιος, οὐδεὶς δυνάμενος εἰπεῖν ὅτι· καθαρός εἰμι. ἀμήχανον 217 γάρ, μὴ ἔν τισι γενέσθαι παραπτώμασιν, ὅπουγε καὶ λόγων ἡμῶν καὶ πράξεων καὶ ἐνθυμημάτων τὰς δίκας ἀπαιτούμεθα τὸν πάντα ἐφορῶντα θεὸν λαθεῖν οὐ