1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

68

τῇ Αἰγυπτίᾳ προσ ενήνοχε νόσῳ, θύειν μὲν διὰ τὴν τῶν θυόντων ἀσθένειαν ξυγχω ρήσας, τὰ δὲ σεβόμενα παρ' αὐτῶν ἱερατεύειν κελεύσας, ἵνα τῷ 7.19 θύειν μάθωσι μὴ θεοὺς νομίζειν τὰ ὡς ἱερεῖα θυόμενα. ∆ιά τοι τοῦτο καὶ χοιρείων αὐτοὺς μεταλαγχάνειν κρεῶν διεκώλυσεν, ἐπειδὴ τούτων μόνων Αἰγύπτιοι μετελάμβανον, τῶν ἄλλων ὡς θεῶν ἀπεχόμενοι. Ἀκάθαρτα γὰρ νομίζειν ταῦτα νομοθετήσας, ἐσθίειν ἐκέλευσε τὰ θεοποιούμενα, ἵνα εὐκαταφρόνητα φαίνηται ὡς παρ' αὐτῶν ἐσθιόμενα καὶ μὴ τὸ θεῖον σφετερίζηται σέβας. 7. ∆εισιδαίμονας γὰρ αὐτοὺς καὶ γαστριμάργους εἰδώς, πάθει πάθος ἀντέταξε καὶ τῇ δεισιδαιμονίᾳ τὴν γαστριμαργίαν ἀντέστησεν. Τῶν γάρ τοι ὑείων ὡς ἀκαθάρτων κελεύσας ἀπέχεσθαι, τῶν δέ γε ἄλλων ὡς καθαρῶν ἀπολαύειν νομοθετήσας, τῇ τῆς κρεη φαγίας ἐπιθυμίᾳ τῶν θεῶν νομιζομένων μεταλαβεῖν κατηνάγ καζεν. 7.21 Οὐ τοίνυν ἱερείων δεόμενος οὐδὲ κνίσης ὀριγνώμενος, θύειν προσέταξεν ὁ Θεός, ἀλλὰ τῶν ἀρρωστούντων θεραπεύων τὰ πάθη. Οὕτω δὴ καὶ τὰ τῶν εὐήχων ὀργάνων ἠνέσχετο, οὐ τῇ τούτων ἁρμονίᾳ τερπόμενος, ἀλλὰ κατὰ βραχὺ παύων τῶν εἰδώλων τὸν πλάνον. Εἰ γὰρ εὐθὺς τῆς Αἰγυπτίων ξυνουσίας ἀπαλλαγεῖσι τοὺς τελείους προσενηνόχει νόμους, πάντως ἂν ἀπεσκίρτησαν καὶ τὸν χαλινὸν ἀπωσάμενοι πρὸς τὸν πρότερον ἐπαλινδρόμησαν ὄλε θρον. Εἰ γὰρ καὶ τούτων οὕτω πρυτανευθέντων, ἐπειράθησαν τοῦτο δρᾶσαι πολλάκις, τί οὐκ ἂν ἐτόλμησαν, εἰ τὴν εὐαγγελι κὴν αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς φιλοσοφίαν ἐνομοθέτησεν; Ὅτι δὲ καὶ θυσιῶν καὶ μουσικῶν ὀργάνων ἀνενδεὴς ὁ Θεός, 7.22 ἀκούσατε αὐτοῦ διὰ τῶν προφητῶν λέγοντος· "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν." Ἐν γὰρ δὴ τούτοις πάντα τὰ νενομο θετημένα προσφέρειν ἐξέβαλεν, οὐ τὰ χερσαῖα μόνον ζῷα καὶ τὰ πτηνά, ἀλλὰ καὶ τὸν ἀποθλιβόμενον οἶνον καὶ τὸ μετὰ σεμιδάλεως 7.23 καὶ ποπάνων προσφερόμενον ἔλαιον. Ὡραιότητα γὰρ ἀγροῦ ταῦτα δὴ προσηγόρευσε καὶ ἔδειξεν αὐτοῦ γε ὄντα καὶ ταῦτα κἀκεῖνα ποιήματα, ταύτῃ πῃ διδάσκων, ὡς ἡ θεία φύσις ἀνενδεής. Εἶτα μετά τινος εἰρωνείας χαριεστάτης καὶ πάσης ὠφελείας μεστῆς καὶ τὴν ἐκείνων ἄγνοιαν διελέγχει καὶ τὴν οἰκείαν ἐπι 7.24 δείκνυσι δύναμιν· ἔφη γάρ· "Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς," Οὕτω διὰ τούτων καὶ τὴν δημιουργίαν καὶ τὴν δεσποτείαν ἐναργῶς ἐπιδεί ξας, ἐκεῖνο τὸ εἰρωνικῶς ῥηθὲν ἐθεράπευσεν, εἰπών· "Μὴ φά γομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;" Καὶ διὰ πάντων περιττὰ δείξας τὰ θύματα καὶ τῆς θείας ἀνάξια φύσεως, καινόν τινα θυσίας ὑποτίθεται τρόπον, οὐ βωμὸν αἱματτούσης, ἀλλὰ γλώττῃ καὶ χείλεσι τελουμένης· "Θῦσον" γὰρ ἔφη "τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικά λεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις 7.25 με". Ἀρκεῖ γὰρ αὐτῷ λόγος εὔλογός τε καὶ πρόσφορος ὑπὲρ πάντα τὰ ποίμνια καὶ αἰπόλια καὶ βουκόλια· καὶ τοῦτον δεχόμενος ἀμείβεται τοὺς προσφέροντας, ἐπικουρίαν ὀρέγων καὶ εἰς καιρὸν ἐπαμύνων καὶ τῶν λωβᾶσθαι πειρωμένων ἐλευθερῶν. Ταὐτὸ δὴ τοῦτο κἀν τῷ τέλει τῆς μελῳδίας προστέθεικεν· "Θυσία αἰνέ σεως δοξάσει με· καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ 7.26 Θεοῦ." Οὐ γὰρ ἀπόχρη τὸ μόνον τὸν εὐεργέτην ὑμνεῖν· προσ ήκει γὰρ καὶ τὴν ὁδὸν ἐκείνην ὁδεύειν, ἧς τὸ τέλος ἀληθῶς σωτηρία. Τοῦτο κἀν ἑτέρῳ ψαλμῷ πρὸς τὸν Θεὸν εἶπεν ὁ προφήτης· "Θυσίαν" γὰρ ἔφη "καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας." Κἀν ἄλλῃ δὲ μελῳδίᾳ τοῦτο παραδέδωκεν· "Αἰνέσω" γὰρ εἶπε "τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει 7.27 τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς." Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ταῦτα μόνον τὸν ∆αυὶδ γεγραφέναι, ἀκού σατε, ὦ ἄνδρες, ὁποῖα καὶ διὰ τῆς τοῦ Ἡσαΐου φωνῆς αὐτὸς πάλιν εἴρηκεν ὁ Θεός· αὐτοῦ γὰρ δὴ ταῦτα τὰ ῥήματα· "Τί μοι πλῆθος τῶν