1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

68

ΚΓʹ. -Περὶ ἀντιχρίστου. Ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι τοῖς εἰρη μένοις, ὡς πρὸ τῆς ∆εσποτικῆς ἐπιφανείας ἥξει φύ σιν ἀνθρωπείαν ὑποδὺς ὁ τῶν ἀνθρώπων ἀλάστωρ, ὁ ἀντίθεος δαίμων, ὁ τῆς θείας προσηγορίας λῃστής. Καὶ καθάπερ πάλαι τὸ Θεός ὄνομα κεκλοφὼς ἐπιτέ θεικεν ἑαυτῷ, καὶ τοῖς τῆς πονηρίας αὑτοῦ συνερ γοῖς, καὶ πέπεικε τοὺς ἀνθρώπους διὰ τῶν χειροτμή των ξοάνων τὸ θεῖον αὐτῷ σέβας προσενεγκεῖν, οὕτω τὴν τοῦ ∆εσπότου Χριστοῦ προσηγορίαν σφετερισά μενος, πάντας μὲν, ὡς ἔπος εἰπεῖν, ἐξαπατήσει, φενακίσει δὲ καὶ τῶν σεπτὸν ὄνομα περικειμένων πολλοὺς, ἑαυτὸν εἶναι λέγων Χριστὸν, ὃν οἱ θεῖοι χρησμῳδοῦντες προφῆται ἐπιφανήσεσθαι προὔλεγον. ∆ελεάσει δὲ καὶ τοὺς εὐαλώτους, θαυματουργίαις τισὶν ἀπατηλαῖς κεχρημένος· καὶ τοῦτο πολλοὶ μὲν τῶν προφητῶν αἰνιγματωδῶς προεῖπον ἐν τῇ Παλαιᾷ. Εὐρύτερον δὲ καὶ σαφέστερον τὰ περὶ τούτου τεθέ σπικεν ὁ θεῖος ∆ανιήλ. Εἰ δέ τινα τούτων καὶ σαφη νίσαι δεῖ, προανεπτύξαμεν ταῦτα, πᾶσαν κατὰ λέξιν ἡρμηνευκότες τὴν προφητείαν. Καὶ τὰ Θεσσαλονι κεῦσι δὲ ὑπὸ τοῦ θείου Παύλου γραφέντα μετὰ τῶν ἄλλων ἐπιστολῶν ἑρμηνεύσαντες, μακροτέροις ἢ κατὰ τὸ εἰωθὸς ἐχρησάμεθα λόγοις τὸ περὶ τοῦ Ἀν τιχρίστου χωρίον διερευνώμενοι. Τινὰς γὰρ ὑπειλη φότας τὸν τῆς ∆εσποτικῆς παρουσίας πελάσαι καιρὸν, ἀναγκαίως ὁ θεῖος Ἀπόστολος ἐξεπαίδευσεν, ὡς χρὴ πρότερον ταῖς τῆς θεογνωσίας ἀκτῖσι καταυγασθῆναι τὴν οἰκουμένην, καὶ δήλους γενέσθαι τοὺς τροφίμους τῆς πίστεως, καὶ ἀποκριθῆναι τῶν πεπιστευκότων τοὺς ἀντιλέγοντας, εἶθ' οὕτω πρότερον ἐπιφανῆναι τὸν τοῦ ψεύδους τεχνίτην, εἰς ἔλεγχον τῶν τῆς ἀλη θείας μὴ δεξαμένων τὸ κήρυγμα. Τοῦτο γὰρ καὶ 83.528 ὁ Κύριος ἔφη τοῖς Ἰουδαίοις· "Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λή ψεσθε." Ταὐτὸ δὲ τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· "Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέ ξαντο εἰς τὸ σωθῆναι αὐτούς· καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύ σαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδι κίᾳ εἰς ἔλεγχον." Τοιγαροῦν τῶν ἠπιστη κότων τῷ τῆς ἀληθείας κηρύγματι ἥξει τῆς πονηρίας ὁ πατὴρ καὶ διδάσκαλος. Ἐπειδὴ γὰρ Ἰουδαῖοι, τοῦ Θεοῦ δῆθεν ὑπερμαχοῦντες, ὡς ἀντίθεον τῷ σταυρῷ τὸν ∆εσπότην προσήλωσαν, μέγιστος αὐτῶν ἔλεγχος τῆς ἀσεβείας γενήσεται τοῦ Ἀντιχρίστου ἡ παρου σία. Ὁ μὲν γὰρ ∆εσπότης Χριστὸς, Θεὸς ὢν ἀληθι νὸς, καὶ τοῦ ἀληθινοῦ Θεοῦ Υἱὸς, Υἱὸν ἀνθρώπου ἑαυτὸν καὶ ἄνθρωπον προσηγόρευσεν, ἀπὸ τῆς ὁρω μένης φύσεως τὰς προσηγορίας τιθεὶς, ὀλιγάκις δὲ Θεοῦ Υἱὸν ὠνόμασεν ἑαυτόν. Ὁ δὲ παμπόνηρος δαίμων, θεὸν μέγιστον ἑαυτὸν ὀνομάσει. Τοῦτο γὰρ καὶ ὁ ἅγιος ἄγγελος τὸν προφήτην ἐδίδαξε ∆ανιήλ· "Ἐπὶ θεοὺς γὰρ, ἔφη, τῶν πατέρων αὑτοῦ οὐ συνήσει, καὶ θεὸν Μαζουρὶμ ἐπὶ τόπῳ ἑαυτοῦ δοξάσει·" τουτέστιν, ἰσχυρὸν καὶ δυνατὸν ἑαυτὸν προσαγορεύσει θεόν. Ἀλλ' ὅμως οἱ τὸν ∆εσπότην ἐσταυρωκότες, ὡς Υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάσαντα, τούτῳ φανησομένῳ πιστεύσουσι, καὶ ταύτῃ δεικνύντες, ὡς ἔχθιστοι μὲν εἰσὶ τῆς ἀληθείας, ἐργάται δὲ τοῦ ψεύδους. Τούτου δὴ χάριν ἐνδίδωσιν ὁ πάνσοφος ἐπιφανῆναι τὸν ἀλι τήριον. Εὔδηλον γὰρ ὡς οὐκ ἂν ὤφθη μὴ βουλομένου Θεοῦ. Οὐ μὴν ἐνέργειαν καλοῦμεν τὴν βούλησιν. Κακῶν γὰρ ἀναίτιος ὁ Θεὸς, καὶ κατὰ τοὺς ἔξω σο φούς. Οὐδὲ γὰρ τὸν Κάϊν αὐτὸς ἀνδροφόνον ἀπέφη νεν, ἐπειδὴ βουληθέντα τὸν ἀδελφὸν ἀνελεῖν οὐκ ἐκώλυσεν. Οὐδὲ τοῦ Ἰακὼβ τοὺς παῖδας αὐτὸς ἀπο δόσθαι τὸν Ἰωσὴφ παρεσκεύασεν, ἐπειδήπερ αὐτῶν οὐκ ἔπαυσε τὴν ἐγχείρησιν. Ἔστι γὰρ εὑρεῖν, κἀ κείνους μὲν κακῶς χρησαμένους τῷ αὐθαιρέτῳ τῆς γνώμης, τὸν δὲ πάνσοφον ∆εσπότην διὰ τῆς ἐκείνων πονηρίας δείξαντα τὴν τῶν ὀνείρων ἀλήθειαν. Οὕτω τοιγαροῦν καὶ