68
ἁμαρτίας κατηγορῶν. δʹ. "Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου." Ὀλοφύρομαι δὲ καὶ ποτνιῶμαι, ταῖς παντοδαπαῖς παιδείαις καὶ τιμωρίαις βαλλόμενος. Τὸ γὰρ, "Ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου," ἐκ μεταφορᾶς τέθεικε τῶν τῇ χειρὶ παιόντων, καὶ ἐπι μενόντων μέχρι πολλοῦ. "Ἐστράφην εἰς ταλαιπω ρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν." Οὐκ ἄδικος δέ σου, φησὶν, ἡ παιδεία, ἀλλὰ καὶ μάλα δι καία. Αἰτία γάρ μοι τῶν κακῶν ἡ ἁμαρτία, ἣν ἀντὶ σταφυλῆς μὲν ἐβλάστησα· κεντοῦμαι δὲ διηνεκῶς ὑπ' αὐτῆς. Ἄκανθαν γὰρ τὴν ἁμαρτίαν ἐκάλεσε, 80.1089 καὶ ὡς ἄχρηστον βλάστημα, καὶ ὡς κεντεῖν πεφυ κός. εʹ. "Τὴν ἁμαρτίαν ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπον, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφεῖλες τὴν ἀσέ βειαν τῆς ἁμαρτίας μου." Εὐθὺς μὲν ἁμαρ τήσας ἐσίγησα· ἀλλὰ μετὰ ταῦτα τὴν κατ' ἐμοῦ κατηγορίαν νύκτωρ καὶ μεθ' ἡμέραν πεποίημαι· ἐκ δὲ τῆς κατηγορίας μεγάλους ἐδρεψάμην καρπούς· ἔδωκας γάρ μοι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Ἐπι σημήνασθαι δὲ προσήκει, ὅτι οὐκ ἔφη, Ἀφῆκάς μοι τὴν ἁμαρτίαν, ἀλλὰ, τὴν ἀσέβειαν τῆς ἁμαρτίας· τουτέστιν, Οὐ πρὸς ἀξίαν με τῆς παρανομίας ἐκό λασας, ἀλλὰ τὴν μὲν ὑπερβολὴν τῆς ἁμαρτίας συν εχώρησας, συμμέτρῳ δὲ παιδείᾳ τὴν θεραπείαν ἐπέθηκας. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. Εἰρηκότι γὰρ τῷ ∆αβὶδ, "Ἡμάρτηκα τῷ Κυρίῳ," ἀπεκρί νατο ὁ Νάθαν, "Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς." Ἠπείλησε μέντοι παντοδα πῶν ἐμπλήσειν τὴν οἰκίαν συμφορῶν. Οὕτω κἀνταῦ θα, "Καὶ σὺ ἀφεῖλες τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου." Ἔδει με, φησὶν, ἐκεῖνα τετολμηκότα εὐθὺς κατὰ τὸν νόμον θανάτῳ παραδοθῆναι· ἀλλὰ φιλανθρωπίᾳ χρη σάμενος θανάτῳ μὲν οὐ παρέδωκας, μετρίαις δὲ παιδείαις ἰάτρευσας. ʹ. "Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ." Καιρὸν εὔθετον λέγει τῆς καινῆς διαθήκης τὴν πολιτείαν, ἐν ᾗ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν ταῖς τοῦ ∆αβὶδ ὑμνῳδίαις οἱ πεπιστευκό τες γεραίρουσι τὸν Θεόν· τοῦτο τοίνυν ἐνταῦθα προ αγορεύει καί φησι τῷ ∆εσπότῃ, ὅτι Οὐ μόνος ὑπὲρ ταύτης ἀντιβολῶ σε τῆς ἁμαρτίας, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην τὴν θεογνωσίαν δεξόμενοι, ταύτην ὑπὲρ ἐμοῦ προσοίσουσι τὴν εὐχήν. Καὶ γάρ πως ἐοίκαμεν τὰ τοῦ ∆αβὶδ φθεγγόμενοι ῥήματα, τὴν ἐκείνου γλῶτταν ἀναλαμβάνειν ἐπὶ τῷ τὸν Θεὸν ἀνυμνεῖν. "Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολ λῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι." Τοῦτο δὲ ὁ Σύμ μαχος οὕτως ἡρμήνευσεν· Περὶ τούτου προσεύξε ται πᾶς ὅσιος, καιρὸν εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ὁ σπου δαίαν σοι προσφέρων τὴν ἱκετείαν παντοδαπῆς ἀπολαύσεται προμηθείας. Ὥστε κἂν διαφόροις συμ φοραῖς περιπέσῃ, δίκην αὐτὸν ὑδάτων περικλυζού σαις, περιγενέσθαι τούτων καὶ κρείττονα δειχθῆναι τῶν λυπηρῶν. ζ. "Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περι 80.1092 εχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με." Ἐκεῖνα περὶ τῆς ἁμαρ τίας εἰρηκὼς, ἱκετεύει τῶν διὰ ταύτην ἐπενεχθέντων ἀπαλλαγῆναι κακῶν· καὶ μέντοι καὶ τυγχάνει τῆς ἀποκρίσεως. Λέγει γὰρ πρὸς αὐτὸν ὁ Κύ ριος· ηʹ. "Συνετιῶ σε, καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου." Ἐκτραπέντα, φησὶ, καὶ ἐπιγνόντα τὴν πλάνην, ἐπ ανάξω πάλιν εἰς τὴν εὐθεῖαν ὁδὸν, καὶ γνῶσίν σοι ταύτης καὶ εἴδησιν ἐνθήσω· μεταδώσω δέ σοι καὶ τῆς προτέρας εὐνοίας. Τοῦτο γὰρ εἶπεν, "Ἐπιστη ριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου" ἐκ μεταφορᾶς τῶν φιλικῶς περί τινα διακειμένων, καὶ ἀποβλέπειν εἰς αὐτὸν ἐθελόντων διηνεκῶς. Ὥσπερ γὰρ ὁ ὀργιζόμενος τὸ πρόσωπον δοκεῖ ἀποστρέφειν, οὕ τω τὴν οἰκείαν εὐμένειαν διὰ τοῦ προσέχειν δηλοῖ. ∆ιὸ καὶ ἑτέρωθι ὁ Προφήτης ἔφη, "Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." Καὶ πάλιν, "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ." Καὶ αὐτὸς ὁ Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου, "Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς." Ἐντεῦθεν ὁ προφητικὸς παραινεῖ λόγος, τοῖς μὲν παρανομίᾳ συ ζῶσι, μὴ μιμεῖσθαι τὴν τῶν κτηνῶν ἀλογίαν, τοῖς δὲ δικαίοις, τὴν θείαν εὐφροσύνην ἔχειν ἀεί. Λέγει δὲ οὕτως· θʹ. "Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος,