68
σκοτεινοί, οἱ κατήγοροι τῶν ἁγίων; οὔτε ἠκούσθη οὔτε φύσιν ἔχει τὸ ψεῦδος αὐτῶν· διότι μεταγενέστερός ἐστι τοῦ θείου Κυρίλλου. πῶς οὖν τὸν μετὰ κοίμησιν τοῦ ἁγίου γνωρισθέντα αἱρετικὸν ἐν καιρῷ τῆς λῃστρικῆς συνόδου ἐν Ἐφέσῳ μετὰ τὴν τρίτην καὶ ἁγίαν αὐτὸς ὁ ἅγιος ἐδέξατο, τὰ ὑπερκόσμια λαχών; οὕτω ψευδοεποῦσι μυθαρευόμενοι, ὅπως θηρεύσωσι ψυχὰς ἀφελότητι πορευομένας. ∆ιὰ τοῦτο τεχνοῦσθε καὶ γνωσίζεσθε κατὰ πάντα, ἵνα τὸν ὄφιν καὶ τοὺς ὀφιοφώνους φεύγοιτε, ἐφ' οἷς ὠλέκοντο ὅτι μάλιστα πλεῖστοι ἀπὸ γενεῶν εἰς γενεάς. περὶ δὲ τῶν ἄλλων πεύσεων (εἰ ὁ ἐπίσκοπος οὐχ εὕρηται εἰς τὴν μοιχοσύνοδον, καλοίη δὲ αὐτὴν ψευδοσύλλογον, μνημονεύοι δὲ τὸν ἐν αὐτῇ εὑρεθέντα μητροπολίτην αὐτοῦ ἐκ τοῦ πρεσβυτέρου τοῦ ἐπισκόπου ὀρθοδοξοῦντος, εἰ χρὴ κοινωνεῖν) ἀπεκρίθην καὶ δι' ἑτέρων, τῶν πρὸς Εὐόδιον γραμμάτων, ὅτι ναί, οἰκονομίας χάριν, μόνον μὴ συλλειτουργοῦντος αὐτοῦ αἱρετικοῖς. εἰς οὐδὲν γάρ ἐστι, μνημονευομένου τοῦ ἐπισκόπου ὀρθοδόξου ὄντος, κἂν ἐκείνου φόβῳ αἱρετικὸν ἀναφέροντος τὸν οἰκεῖον μητροπολίτην. τοῦ τοιούτου πρεσβυτέρου καὶ εἰς παννυχίδα προσκαλουμένου, ἰτέον, καὶ ἐκκλησίαν παρ' αὐτοῦ δεδομένην ληπτέον καὶ εἰς αὐτὴν ἐρχομένου αὐτοῦ λειτουργῆσαι παραχωρητέον ἢ καὶ μνημονεῦσαι νεκρόν, ὀρθόδοξον μέντοι, συγχωρητέον καὶ ἐν αὐτῇ λειτουργεῖν τὸν λαβόντα οὐδὲν κωλυτέον. εἰ δὲ αἱρετικὸν ἀναφέρει ὄντα ἐπίσκοπον, κἂν μακαρίζῃ, κἂν ὀρθοδοξῇ, τῆς μὲν θείας κοινωνίας ἀφεκτέον, τῆς δὲ κοινῆς τραπέζης, ἐπὰν ἐκεῖ δέει μνημονεύοι, ὧδε δεκτέον τάχα καὶ εὐλογοῦντα αὐτὸν καὶ συμψάλλοντα, ἐάνπερ μήτε αἱρετικῷ ἢ τῷ οἰκείῳ ἐπισκόπῳ εἴτε τινὶ ἄλλῳ συνιερουργῇ ἢ ἐν γνώσει μεταδίδοι. εἰ ἐσθίει τις μετὰ τοῦ μοιχοζεύκτου ἢ μεθ' ἑτέρου αἱρετικοῦ ἀδιαφόρως, φυλακτέον μὴ συνεστιᾶσθαι τοῖς τοιούτοις, κἂν ὑποκρίνωνται ὀρθοδοξεῖν· οὐ γὰρ φυλάσσουσι τὸ πρόσταγμα τοῦ ἀποστόλου, τοῖς τοιούτοις, λέγοντος, μηδὲ συνεσθίειν. πλέον οὐκ ἐξερευνητέον, εἰ μετὰ τοῦ συνεστιαθέντος τῷ αἱρετικῷ ὅσδε συνεστιάθη, ζητεῖν, καὶ μετὰ τοῦδε ἕτερος, κἀντεῦθεν ἀνασειράζειν τὸν λόγον καὶ ἀφίστασθαι πάντων. ἐθελόγνωμον τὸ χρῆμα καὶ οὐ τῶν ἁγίων· μέχρι γὰρ τούτου, φησί, στῆθι καὶ οὐχ ὑπερβήσῃ. μὴ γὰρ οὐκ ᾔδεισαν ταῦτα ἐξερευνᾶν καὶ διαγγέλλεσθαι ἡμῖν; ἀλλ' οὐδαμῶς. διὸ οὐκ ἐσθλὸν μεταβαίνειν ὅρια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. μεθ' οὗ δὲ οὐκ ἐσθίομεν, οὐδὲ δῶρον τούτου δεκτέον, εἴπερ διδαχθεὶς ἅπαξ καὶ δὶς ἀδιαφοροίη καὶ οὐ πείθεται ἡμῖν. οὐκ οἶδα, εἰ μὴ παρὰ τῶν φυλάκων τὰς οὐχ ὡς εὐλογίας, ἀλλ' ὡς χρείας λαμβάνειν ἢ οἰκονομίας ἕνεκεν· καὶ τὰ παρὰ τῶν ἄλλων, φευγόντων μέντοι τὸ συνεστιᾶσθαι αἱρετικοῖς ἀδιαφόρως, οὐκ οἶδα, εἰ μὴ τύχῃ κατὰ περίστασιν καὶ δέξασθαι καὶ συνεστιαθῆναι καὶ τοῖσδε. δοῦναι δὲ τοῖς τοιούτοις καὶ τοῖς φύλαξι βρῶμα καὶ πόμα οὐ διακριτέον, ὅτι καὶ παντὶ ἀνθρώπῳ μεταδοτέον. εἰς δὲ τὴν ἐκκλησίαν τοῦ κυρίου Γρηγορᾶ, τοῦ τέκνου ἡμῶν, οὐ τολμῶ εἰπεῖν λειτουργῆσαι πρεσβύτερον ἡμῶν διὰ τὸ μετὰ τὴν μοιχοσύνοδον ἐνθρονιασθῆναι καὶ ὑπὸ τοῦ συλλειτουργοῦντος καὶ συλλειτουργήσαντος τῷ μοιχοζεύκτῃ διὰ τοῦ πρωτομοιχειανοῦ καθιερωθῆναι. 50 {1Ναυκρατίῳ τέκνῳ}1 Θερμὸς εἶ, τέκνον ἠγαπημένον, περὶ τοῦ ἐρωτᾶν καὶ μανθάνειν τὰ χρήσιμα. καὶ τὸ μὲν χρῆμα ἐπαινετόν, οὐχ ἱκανὸς δὲ ἐγὼ λύειν τὰς ἀπορίας σου· ὅμως διὰ τὸ κοινῇ συμφέρον εἰσενεκτέον καὶ νῦν τὰ κατὰ δύναμιν. Ἡ ἐρώτησίς σου περὶ τῶν διγάμων· ὅτι ἀμφισβητούμενόν ἐστι περὶ τῆς συναφείας αὐτῶν, ἆρα στεφανοῦσθαι αὐτοὺς ὡς ἐπὶ τῶν μονογάμων ἢ μή; καὶ πῶς, ἐὰν τοῦτο γενήσεται, εἴη συνάφεια, μὴ ὑπὸ τοῦ ἱερέως ζευγνυμένων αὐτῶν; ὅτι φέρεται λόγος ἀπὸ τῶν ἡμερῶν τοῦ ἀσεβοῦς Κωνσταντίνου κρατῆσαι τὴν συνήθειαν τοῦ διγαμικοῦ στεφανώματος ἐκ τοῦ κατ' αὐτὸν τριγαμήματος· ἐπεὶ μὴ εἶναι ἐν τοῖς πρὸ αὐτοῦ χρόνοις. ἐγὼ δὲ ἔχειν μὲν τὸν λόγον τὸ πιστὸν ἐντεῦθεν οὐκ ἀποδοκιμάζω· δεῖ δὲ ὅμως τοῖς ἀληθείας ἐρασταῖς μὴ