68
Ἰσαύρων εἰς τὴν Θρᾴκην μετῴκισεν. Ἰωάννην δὲ τὸν Σκύθην καὶ τὸν ἕτερον Ἰωάννην τὸν Κυρτὸν ὑπατείας καὶ τιμῆς ἠξίωσε μεγάλης· Εὐφημίῳ δὲ τῷ ἐπισκόπῳ ἐδήλωσε δι' Εὐσεβίου μαγίστρου· "αἱ εὐχαί σου, ὁ μέγας, τοὺς φίλους σου ἠσβόλωσαν. συναγαγὼν δὲ ὁ βασιλεὺς τοὺς ἐνδημοῦντας ἐπισκόπους κατὰ Εὐφημίου ἐνεκάλει, οἳ καὶ χαριζόμενοι τῷ βασιλεῖ ἀκοινωνησίαν καὶ καθαίρεσιν αὐτοῦ ἐψηφίζοντο. προχειρίζεται δὲ ὁ βασιλεὺς Μακεδόνιον ἐπίσκοπον Κωνσταντινουπόλεως, σκευοφύλακα ὄντα τότε τῆς αὐτῆς ἐκκλησίας. ὁ μέντοι λαὸς διὰ τὸν Εὐφήμιον ἐστασίαζεν· καὶ εἰς τὸ ἱπποδρόμιον ἔδραμον λιτανεύοντες, ἀλλ' οὐδὲν ὀνῆσαι ἴσχυσαν, τοῦ βασιλέως κακῶς νικᾷν σπεύδοντος. Μακεδόνιος δὲ κακῶς πεισθεὶς Ἀναστασίῳ ὑπέγραψε τῷ ἑνωτικῷ Ζήνωνος. Κωνσταντινουπόλεως ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ϛʹ. βʹ. εʹ. αʹ. βʹ. ζʹ. ηʹ. Τούτῳ τῷ ἔτει Εὐφήμιον Ἀναστάσιος εἰς Εὐχάϊτα ἐξόριστον ἀπέστειλεν. ὁ δὲ λόγον ᾔτησε διὰ Μακεδονίου λαβεῖν, ἀνεπιβούλευτον μεῖναι ἐν τῷ ἀπάγεσθαι. ἐπιτραπεὶς δὲ Μακεδόνιος δοῦναι τὸν λόγον, εἰσερχόμενος ἐν τῷ βαπτιστηρίῳ πρὸς τὸν Εὐφήμιον ἀφελεῖν ἀπ' αὐτοῦ τὸ ὠμόφορον τῷ ἀρχιδιακόνῳ προσέταξεν, καὶ οὕτω λιτὸς πρὸς Εὐφήμιον εἰσελθὼν δανεισάμενός τε χρήματα δέδωκεν Εὐφημίῳ, ὡς παρὰ πολλῶν ἐπαινεθῆναι κατὰ τοὺς δύο τρόπους. ἀσκητικὸς γὰρ ἦν καὶ ἱερός, ὡς ὑπὸ Γενναδίου τραφείς, οὗ καὶ ἀδελφιδὸς ὑπῆρχεν. Τῷ δ' αὐτῷ ἔτει Ἀθανασίου, τοῦ ἐπισκόπου Ἀλεξανδρείας,τελευτήσαντος, ἐχειροτονήθη ἀντ' αὐτοῦ Ἰωάννης ὁ Μονάζων, πρεσβύτερος καὶ οἰκονόμος, ὁ ἐπίκλην Ἡμοῦλα. Ῥώμης ἐπίσκοπος Ἀναστάσιος ἔτη βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. ζʹ. γʹ. αʹ. βʹ. γʹ. αʹ. θʹ. 141 Τούτῳ τῷ ἔτει ἐπιδρομῆς τῶν λεγομένων Σκηνιτῶν Ἀράβων ἐν Εὐφρατησίᾳ γενομένης ἐν Βιθραψᾷ καλουμένῳ χωρίῳ πρώτῳ τῆς Συρίας, Εὐγενίου στρατηγοῦ τῶν ἐκεῖσε κατ' αὐτῶν παραταξαμένου, ἀνδρὸς λόγῳ καὶ ἔργῳ σπουδαίου, ἐκράτησε τῆς μάχης. οἱ δὲ νικηθέντες Περσῶν ὑπόσπονδοι ἦσαν τῆς Νααμάνου τοῦ φυλάρχου φυλῆς. τότε καὶ Ῥωμανὸς τῆς ἐν Παλαιστίνῃ δυνάμεως ἄρχων, ἀνὴρ ἄριστος, εὐβουλίᾳ καὶ στρατηγίᾳ χειροῦται εἰς πόλεμον Ὤγαρον, τὸν τοῦ Ἀρέθα, τοῦ τῆς Θαλαβάνης ὀνομαζομένου παιδός, σὺν αἰχμαλώτων πλήθει πολλῷ. κατηγωνίσατο δὲ καὶ ἐφυγάδευσε πρὸ τῆς μάχης ἐκείνης ὁ Ῥωμανὸς καὶ ἕτερον Σκηνίτην, Γαβαλὰν ὀνόματι, καταδραμόντα τὴν Παλαιστίνην πρὸ τῆς αὐτοῦ παρουσίας. τότε καὶ τὴν νῆσον Ἰωτάβην, κειμένην ἐν τῷ κόλπῳ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ὑποτελῆ φόροις οὐκ ὀλίγοις ὑπάρχουσαν βασιλεῖ Ῥωμαίων, κατασχεθεῖσαν δὲ μεταξὺ ὑπὸ τῶν Σκηνιτῶν Ἀράβων, μάχαις ἰσχυραῖς ὁ Ῥωμανὸς ἠλευθέρωσεν, αὖθις τοῖς Ῥωμαίοις πραγματευταῖς δοὺς αὐτονόμως οἰκεῖν τὴν νῆσον καὶ τὰ ἐξ Ἰνδῶν ἐκπορεύεσθαι φορτία, καὶ τὸν τεταγμένον βασιλεῖ φόρον εἰσάγειν. ηʹ. δʹ. βʹ. γʹ. δʹ. βʹ. ιʹ. Τούτῳ τῷ ἔτει Μακεδόνιος γνώμῃ τοῦ βασιλέως ἑνῶσαι τὰ μοναστήρια τῆς βασιλίδος ἔσπευδεν ἀποσχίζοντα διὰ τὸ ἑνωτικὸν Ζήνωνος. ἀδυνατῶν δὲ τοῦτο ποιῆσαι συνεβούλευσε τῷ βασιλεῖ τοὺς ἐνδημοῦντας ἐπισκόπους συνελθεῖν καὶ τὰ ἐν Χαλκηδόνι καλῶς δογματισθέντα ἐγγράφως βεβαιῶσαι, ὅπερ καὶ γέγονε δι' ἐγγράφου πράξεως. καὶ προετρέπετο τὰ μοναστήρια πρὸς ἕνωσιν, μάλιστα δὲ τὴν ∆ίου μονὴν καὶ Βασιανοῦ καὶ τῶν Ἀκοιμήτων καὶ Ματρώνης, ἅ τινα μᾶλλον καὶ ἀπέσχιζον τῶν δεχομένων τὸ ἑνωτικὸν Ζήνωνος καὶ ἐξορίας προθύμως ὑπέμενον. ἐνστάντων οὖν αὐτῶν, συνεῖδε Μακεδόνιος τῇ προαιρέσει αὐτῶν καταλιπεῖν αὐτούς, ἢ διωγμὸν 142 ἐγεῖραι κατ' αὐτῶν. Ματρῶνα δὲ ἡ ὁσία ἔτι ζῶσα καὶ μὴ κοινωνοῦσα σὺν ταῖς σὺν αὐτῇ ἀσκητρίαις διὰ τὸ ἑνωτικὸν Ζήνωνος παράδοξα πολλὰ ἐνεδείξατο, Χρυσαορίου, διακόνου τῆς ἐκκλησίας, αὐτὴν ἀναγκάζοντος. καὶ ἄλλη δέ τις Σοφία καλουμένη ἐπίσημος ἐν μοναζούσαις πολλὰ παθοῦσα μεγάλην ὑπομονὴν ἐνεδείξατο. Θευδέριχος δὲ ὁ Ἄφρος διάκονον ἔχων ὀρθόδοξον πάνυ ἀγαπώμενον ὑπ' αὐτοῦ,