1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

69

κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφήν, ὅτε μηδὲν πλέον ἕξει νικῶν. 4 ποῖος δὲ νόμος ἢ παρ' ὑμῖν ἢ παρὰ βαρβάροις ἐπαινέσειεν ἂν κατηγορίαν ἐν ὑστέρῳ τῆς κρίσεως γιγνομένην; κριταὶ γὰρ αὐτοὶ καὶ δυσμενεῖς αὐτοὶ καὶ κατήγοροι, καὶ ἅμα πάντα καταστάν τες τιμωρίαν μὲν ἀνεξετάστως τῷ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἦν ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. 5 ἥκουσι δὲ νῦν, δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐχρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἴ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς τὴν πρὸς αὐτὸν ἐνστήσασθαι δίκην καὶ πρώτους ἐγκαλεῖν, ἀλλὰ μὴ νῦν κατη γορημένους ἀντεγκαλεῖν. 6 εἰ γὰρ τοῦτο πᾶσιν ἐφεῖται, τί δήποτε ἄρα μὴ καὶ ἡμεῖς τούσδε τοὺς μιαιφόνους αὐτοχειρίᾳ διεχρησάμεθα, παρὸν ἡμῖν πρὸς δίκην τυχὸν ἀγομένοις ἀντεπιφέρειν αὐτοῖς καὶ τεθνηκόσι τὰ παρ' αὐτῶν πρότερον ἡμαρτημένα καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν τὸ εὐλόγως ἀνθημαρτηκέναι; μᾶλλον γὰρ ἡμεῖς ἐπὶ σαφέσι τοῖς προϋπ ηργμένοις χαλεπήναντες ἐνδίκως ἂν ἠμυνόμεθα τούτους καὶ τὰ τῆς ἀντιλογίας προσηκόντως ἐχώρει. 7 ἀλλ' οὐδὲ πρὸς ἡμῶν οὐδὲ παρ' ἑτέρων τὰ τοιάδε τολμᾶσθαι χρεών, εἴ γε κατὰ τοὺς πατρίους ὑμῖν νόμους πολιτευτέον. φέρε γὰρ εἰ τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους δυσμενεῖς οὕτω πως ἀθρόον ἀποκτιννύναι καὶ τοῦτο πολλάκις γιγνό μενον μέχρι τοῦ ἐπ' ἄπειρον ἤδη τολμᾶσθαι προενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμενεῖ; 8 ἁπάντων γὰρ ἀναιρούν των τε καὶ ἀναιρουμένων καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ' ἀλλήλων θαρρούντων οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες, ἀλλὰ διαφθερεῖται μὲν εἰκῇ τὸ ὁμόφυλον, προαφαιρήσει δὲ τὸν τῆς ἐξετάσεως καιρὸν ἡ τῶν ἀντιδρώντων ἑκάστοτε παρανομία. 128 5. «Καίτοι τί δεινὸν εἶναί φασιν, εἴπερ ἑνὸς ἀνδρὸς καὶ τούτου προδότου διαφθαρέντος ἅπαν ὑμῖν τὸ ξυμμαχικὸν σωφρονέστερον καθεστήξει; 2 προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ πλείστων ὅσων ἀπολλυμένων, εἰ καὶ μηδὲν ἕτερον τῶν ὠφελίμων τοῖς ἀνῃρηκόσι προσ γένοιτο, ἀλλ' αὐτό γε τὸ τοὺς τοιούτους θνήσκειν ἀρκούντως ἔχει πρὸς ὄνησιν. εἰ δὲ προδοσίας μηδαμῶς ἀποδεδειγμένης ἠφάνισταί τις ἀθρόον τῶν σφόδρα λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς ἂν ὑμῖν ἐνθένδε τὸ ξυμμαχικὸν σωφρονήσειε; 3 πῶς δὲ οὐκ ἂν μᾶλλον καὶ διαλύσαιεν τὰ ξυγκείμενα, εἴ γε κοινωνοὺς ὑμᾶς ὑπάρχειν τοῦ μιάσματος οἰηθεῖεν; λογιζόμενοι, ὡς εἴ γε πρὸς τοὺς οἰκειοτάτους ὑμῖν καὶ συνήθεις φειδοῦς ἥκιστα μέτεστι καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς ἀλλογενεῖς καὶ ὀθνείους καὶ τῆς προσπεσούσης χρείας οὐ περαιτέρω γνωριζομένους. 4 ἀλλ' οὔτε μετειλήφατε τοῦ βουλεύματος οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος ἐπὶ τὸ σύμπαν τῶν Ῥωμαίων ἔθνος ἀναδραμεῖται οὔτε τὴν πάλαι περὶ ὑμῶν κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθε στήκατε καὶ δικαίοις χρῆσθε νομίμοις, ἡ τούτων νικήσει κακοδαιμονία. 5 τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν ἅπαντες ἄνθρωποι γνοῖεν, ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. 6 νῦν μὲν γὰρ ἴσως ἐφ' ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι καὶ τὰ τῆς δοκήσεως ἐπ' ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς, ὦ δικαστά, κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων γενήσεται καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκείων, ἀλλὰ σωφρονισταὶ τῶν ἀδικούντων εἶναι πεφύκατε. 7 εἰ γὰρ καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ' ἔργῳ κατηγοροῦντες σφῶν αὐτῶν ἀποδείκνυνται καὶ τὸ παράλογον τῆς μιαιφονίας ὁμολογοῦντες. τὸ μὲν γὰρ βασίλειον γράμμα παρακελεύεται τοῖς στρατηγοῖς στέλλειν κατὰ τὸ Βυζάντιον τὸν Γουβάζην, πειθοῖ μὲν τὸ πρῶτον, ἀνηκουστοῦντα δὲ καὶ πρὸς ἀνάγκης, ἐναντιούμενον δὲ καὶ