69
οὐκ ἀρεσκόμενοι, μόνης τῆς τῶν αἱμάτων γεύσεως ἐγλίχοντο. διὸ καὶ πρῶτοι σαρκῶν ἐγεύσαντο. οἱ δὲ σὺν αὐτοῖς ἄνθρωποι τὸ ὅμοιον τότε πρῶτον ποιεῖν ἐζήλωσαν. οὕτως εἴτε ἀγαθοὶ εἴτε κακοὶ οὐ γεννώ- μεθα, ἀλλὰ γινόμεθα καὶ ἐθισθέντες δυσαποσπάστως ἔχομεν. τῶν δὲ ἀλόγων ζσων τότε ἐπιλιπόντων, οἱ νόθοι ἄνθρωποι καὶ ἀνθρωπίνων σαρκῶν ἐγεύσαντο· οὐκέτι γὰρ αὐτοῖς ἦν μακρὰν τὴν ἰδίαν διαφθεῖραι σάρκα, πρότερον ἐν ἑτέραις μορφαῖς αὐτῆς γευσαμένοις. ἐπὶ δὲ τῇ πολλῇ τῶν αἱμάτων ·ύσει ὁ καθαρὸς ἀὴρ ἀκαθάρτῳ ἀναθυμιάσει μιαν- θεὶς καὶ νοσήσας τοὺς ἀναπνέοντας αὐτὸν νοσώδεις ἀπειργάζετο, ὡς τοὺς ἀνθρώπους λοιπὸν ἀώρους ἀποθνῄσκειν. ἡ δὲ γῆ ἐκ τούτων σφόδρα μιαν- θεῖσα πρῶτον τότε τὰ ἰοβόλα καὶ λυμαντικὰ ζῷα ἐξέβρασεν. τῶν οὖν πάντων πρὸς τὸ χεῖρον χωρησάντων διὰ τοὺς θηριώδεις δαίμονας, ὁ θεὸς αὐτοὺς ὥσπερ κακὴν ζύμην ἐξελεῖν ἐβουλεύετο, ἵνα μὴ ἀπὸ σπορᾶς κακῆς κατ' ἀκολουθίαν ἑκάστη γενεὰ τῇ πρὸ αὐτῆς ἐξομοιουμένη, ὁμοίως ἀσεβοῦσα τὸν ἐσόμενον αἰῶνα σῳζομένων ἀνδρῶν κενώσῃ. τούτου δὴ ἕνεκεν ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ τριῶν σὺν ταῖς αὐ- τῶν γυναιξὶν ἅμα τοῖς λοιποῖς ἐν λάρνακι διασσζεσθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπέκλυσεν, ἵνα πάντων ἀναλωθέντων ὁ κόσμος κατεκκαθαρισθεὶς αὐτῷ τῷ ἐν λάρνακι διασωθέντι εἰς δευτέραν βίου ἀρχὴν καθαρὸς ἀποδοθῇ. καὶ δὴ οὕτως ἐγένετο. ἐπεὶ οὖν αἱ τῶν τε- θνεώτων γιγάντων ψυχαὶ τῶν ἀνθρωπείων ψυχῶν μείζους ἦσαν, ἅτε δὴ καὶ τοῖς σώμασιν ὑπερέχουσαι, ὡς καινὸν γένος καινῷ καὶ τῷ ὀνό- ματι προσηγορεύθησαν. οἷς ἐπηλύτοις τῷ κόσμῳ ὡς δεῖ βιοῦν ὑπὸ θεοῦ δι' ἀγγέλου νόμος ὡρίσθη. ὄντες γὰρ νόθοι τῷ γένει ἐκ πυρὸς ἀγγέλων καὶ αἵματος γυναικῶν καὶ διὰ τοῦτο ἰδίου τινὸς γένους ἐπιθυμεῖν μέλλον- τες, δικαίῳ τινὶ προελήφθησαν νόμῳ. ἐξεπέμφθη γὰρ αὐτοῖς ὑπὸ τοῦ θεοῦ ἄγγελός τις, τὴν αὐτοῦ βουλὴν μηνύων καὶ λέγων· Τάδε δοκεῖ τῷ παντεπόπτῃ θεῷ μηδενὸς ἀνθρώπων ὑμᾶς κυριεύειν μηδὲ παρενοχλεῖν μηδενί, ἐὰν μή τις ἑκὼν ἑαυτὸν ὑμῖν καταδουλώσῃ προσκυνῶν ὑμᾶς καὶ θύων καὶ σπένδων καὶ τῆς ὑμετέρας μεταλαμβάνων τραπέζης ἢ ἕτερόν τι ὧν οὐ χρὴ ἐκτελῶν ἢ αἷμα χέων ἢ σαρκῶν νεκρῶν γευόμενος ἢ θηρίου λειψάνου ἢ τμητοῦ ἢ πνικτοῦ ἢ ἄλλου τινὸς ἀκαθάρτου ἐμπι- πλάμενος. τῶν δὲ νόμῳ ἐμῷ προσφευγόντων οὐ μόνον οὐ ψαύσετε, ἀλλὰ καὶ τιμὴν δώσετε καὶ ἐκ προσώπου φεύξεσθε. ὅτι γὰρ ἂν αὐτοῖς δικαίοις οὖσι καθ' ὑμῶν δοκῇ, τοῦθ' ὑμᾶς δεήσει παθεῖν. ἐὰν δέ τινες τῶν ἐμοὶ προσκειμένων ἐξαμάρτωσιν ἢ μοιχευσάμενοι ἢ μαγεύσαντες ἢ ἀκαθάρτως βιώσαντες ἢ ἄλλο τι τῶν ἐμοὶ μὴ δοκούντων πράξαντες, τότε ἐξ ἐμῆς κελεύσεως πάσχειν τι αὐτοὺς ὑφ' ὑμῶν ἢ ὑφ' ἑτέρων δεήσει· οἷς καὶ μετανοήσασιν, τὴν μετάνοιαν κρίνας εἴτε ἀξία ἐστὶν συγγνώμης εἴτε καὶ οὔ, τὴν ἀπόφασιν ποιήσομαι. ταῦτα οὖν μνημονεύειν καὶ ποιεῖν ὀφείλετε εὖ εἰδότες, ὅτι οὐδὲ αἱ ἐνθυμήσεις ὑμῶν λαθεῖν αὐτὸν δυνήσονται. τοιαῦτα παρακελευσάμενος αὐτοῖς ὁ ἄγγελος ἀπηλλάγη. ὑμεῖς δὲ ἔτι τοῦτον ἀγνοεῖτε τὸν νόμον, ὅτι προσκυνῶν τις δαίμονας ἢ θύων ἢ τραπέζης αὐτοῖς κοινωνῶν ὑπόδουλος αὐτοῖς γενόμενος ὡς ὑπὸ κακῶν