69
λαμβάνει, ἢ ἐκ ποταπῆς διακονίας παραβάλλει τὴν τροφήν; Πότερον ἐξ ἁρπαγῆς ἢ ἑτέρας τινὸς οὐ καλῆς ἀγωγῆς; Oὐκ ἐπισταμένη ἡ χήρα, ὅτι ὑπὲρ ἑνὸς ἑκάστου τούτων δώσει λόγον τῷ Θεῷ δεχομένη ἀναξίως Θεοῦ. Oὔτε γὰρ οἱ ἱερεῖς τοιαύτης ἑκουσιασμὸν δέξονταί ποτε οἷον ἅρπαγος ἢ πόρνης· γέγραπται γάρ· «Oὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου.» Καί· «Oὐ προσοίσεις μίσθωμα πόρνης Κυρίῳ τῷ Θεῷ.» Oὐ δεῖ οὖν δέχεσθαι παρὰ τῶν τοιούτων οὔτε μὴν παρὰ ἀφωρισμένων. Γινέσθωσαν τοίνυν αἱ χῆραι ἕτοιμοι πρὸς ὑπακοὴν τῶν ἐντεταλμένων αὐταῖς ὑπὸ τῶν κρειττόνων, καὶ κατὰ τὴν διάταξιν τοῦ ἐπισκόπου ποιείτωσαν ὡς Θεῷ ὑπακούουσαι. Ὁ γὰρ ἀπὸ τοιούτου ἐπιρρήτου ἢ ἀποσυναγώγου δεχόμενος καὶ ὑπὲρ τούτου προσευχόμενος, ἐμμένειν τοῖς κακοῖς προαιρουμένου καὶ μὴ θέλοντος μεταμε ληθῆναί ποτε, κοινωνεῖ τούτῳ τῇ προσευχῇ καὶ λυπεῖ Χριστὸν τὸν τοὺς ἀδίκους ἀποστρεφόμενον, καὶ οἰκοδομεῖ αὐτοὺς διὰ τῆς ἀναξίου δόσεως καὶ συμμολύνεται αὐτοῖς, μὴ ἀφίων αὐτοὺς εἰς μετάνοιαν ἐλθεῖν, ὥστε προσκλαῦσαι καὶ δεηθῆναι τοῦ Θεοῦ. Περὶ δὲ τοῦ γυναῖκας βαπτίζειν γνωρίζομεν ὑμῖν, ὅτι κίνδυνος οὐ μικρὸς ταῖς τοῦτο ἐπιχειρούσαις· διὸ οὐ συμβουλεύομεν· ἐπισφαλὲς γάρ, μᾶλλον δὲ παράνομον καὶ ἀσεβές. Eἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνήρ, οὗτος δὲ προ χειρίζεται εἰς ἱερωσύνην, οὐ δίκαιον ἀθετῆσαι τὴν δημιουργίαν καὶ καταλιπόντα τὴν ἀρχὴν ἐπὶ τὸ ἔσχατον ἐλθεῖν σῶμα· γυνὴ γὰρ σῶμα ἀνδρὸς ἐκ πλευρᾶς ×ν καὶ ὑποκείμενον ἐκείνῳ, ἐξ οὗπερ καὶ διῃρέθη εἰς παίδων γένεσιν. «Aὐτὸς γάρ σου, φησίν, κυριεύσει.» Ἀρχὴ γὰρ γυναικὸς ἀνήρ, ἐπειδὴ καὶ κεφαλή. Eἰ δὲ ἐν τοῖς προλαβοῦσιν διδάσκειν αὐταῖς οὐκ ἐπιτρέπομεν, πῶς ἱερατεῦσαι ταύταις παρὰ φύσιν τις συγχωρήσει; τοῦτο γὰρ τῆς τῶν Ἑλλήνων ἀθεότητος τὸ ἀγνόημα θηλείαις θεαῖς ἱερείας χειροτονεῖν, ἀλλ' οὐ τῆς τοῦ Χριστοῦ διατάξεως. Eἰ δὲ καὶ ἔδει ὑπὸ γυναικῶν βαπτίζεσθαι, πάντως ἂν καὶ ὁ Κύριος ὑπὸ τῆς ἰδίας μητρὸς ἐβαπτίζετο καὶ οὐχ ὑπὸ Ἰωάννου, ἢ καὶ ἡμᾶς ἀποστέλλων ἐπὶ τὸ βαπτίζειν συναπέστειλεν ἂν ἡμῖν καὶ γυναῖκας ἐπὶ τούτῳ· νῦν δὲ οὐδαμοῦ οὔτε προσέταξεν οὔτε ἐγγράφως παρέδωκεν, εἰδὼς καὶ τὴν ἀκολουθίαν τῆς φύσεως καὶ τὴν εὐπρέπειαν τοῦ πράγματος, ὡς καὶ τῆς φύσεως δημιουργὸς καὶ τῆς διατάξεως νομοθέτης. Ἀλλ' οὔτε λαϊκοῖς ἐπιτρέπομεν ποιεῖν τι τῶν ἱερα τικῶν ἔργων, οἷον θυσίαν ἢ βάπτισμα ἢ χειροθεσίαν ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην. «Oὐχ ἑαυτῷ γάρ τις