Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
κεὲ ὁ τοῦ Ῥομελίου, καὶ Ῥαασσὼν βασιλεὺς Ἀρὰμ,τοῦτ' ἔστι Συρίας. Καὶ ἦλθον ὡς καταδῃώσοντες, πλὴν οὐχ εἷλον τὴν πόλιν. ∆εδιὼς δὲ τὴν ἔφοδον ἀφό- ρητον οὖσαν ὁ Ἄχαζ, ἄθροισιν μὲν ποιεῖται χρημά- των πολλὴν, πρεσβεύεται δὲ πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων Θεγλαφολλασὰρ, ἐπαμύνεσθαί τε αὐτῷ παρακαλεῖ, καὶ καταστρατεύσασθαι τοῦ Ῥαασσὼν, ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Ἐλθὼν δὲ Ἀσσύριος εἶλε τὴν ∆αμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών. 70.193 Τελευτήσαντος δὲ καὶ τοῦ Φακεὲ τοῦ Ῥομελίου τοῦ βασιλεύσαντος κατὰ τὴν Σαμαρείαν ἐπὶ τὸν Ἰσραὴλ, διαδέχεται τὸ σκῆπτρον Ὠσηὲ υἱὸς Ἤλα, οὗ βασιλεύ- σαντος, ἔρχεται κατὰ τὴν Σαμαρείαν Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ εἷλε μὲν πᾶσαν, ἀπεκόμισε δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον, καὶ ἀπῴκησεν ἐν τοῖς ὄρεσι Περσῶν καὶ Μήδων· εἶτα τινὰς τῶν ὑφ' ἑαυτῷ κατ- οικεῖν ἐκέλευσε τὴν Σαμαρείαν, τόν τε ἐκ Χουνθὰ, καὶ τὸν Σαπφαρουΐαν. Γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις, καὶ μακρὸς μὲν ὁ ἐφ' ἑκάστῳ τῶν εἰρη- μένων λόγος παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, πλὴν πεποίημαι τὴν ἀφήγησιν βραχυλογήσας ὡς ἔνι. Ἐροῦμεν δὲ καὶ ἀνὰ μέρος ἕκαστα, ταῖς τῶν προ- κειμένων ἐννοίαις ἑπόμενοι. Ἐν ταῖς ἡμέραις τοίνυν, φησὶν, Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ υἱοῦ Ὀζίου βασιλέωςἸούδα, συμπεφωνήκασιν ὅ τε Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ' ἔστι, Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ, κατὰ τῶν Ἱεροσολύμων, ἀφίκοντο δὲ καταδῃώσοντες, πλὴν οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Εἴρηται δὲ ταῦτα τέως ἐν προγραφῆς δυνάμει, καὶ ὡς ἐν ἀφηγήσει τοῦ συμβεβηκότος. ∆ηλοῖ γὰρ τὴν σκέψιν καὶ αὐτὸ δὲ τὸ ἐγχείρημα, προσεπάγει δὲ παραχρῆμα, καὶ τὸ τοῦ πράγματος πέρας· Οὐ γὰρ ἠδυνήθησαν, φησὶ, πολιορκῆσαι αὐτήν. 9Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον ∆αβὶδ λέγοντες, Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστηἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.9 Ὁρισάμενος, ὡς ἔφην, τῶν διηγημάτων τὴν πρό- φασιν, καὶ ὡς ἐν βραχεῖ κεφαλαίῳ συλλήβδην εἰπὼν τὸ ἐγχείρημα τῶν δύο βασιλέων, καὶ ὅτι πρὸς πέρας αὐτοῖς οὐκ ἐκβέβηκεν ὁ σκοπὸς, ἄρχεται λοιπὸν ἀνὰ μέρος ἕκαστα κατισχνοῦν τῷ λόγῳ. Ἀνηγγέλη γὰρ, φησὶν, εἰς τὸν οἶκον ∆αβὶδ, τοῦτ' ἔστι, τὸν βασιλεύ- οντα, καὶ ἀπήγγελλον ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἀρὰμ δέ φησι τὸν Σύρον, καὶ Ἐφραῒμ ὁμοίως τὰς ἐν Σαμαρείᾳ δέκα φυλάς. Ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπύθετο καὶ πεπί- στευκεν ὁ οἶκος ∆αβὶδ, τοῦτ' ἔστιν, ὁ Ἄχαζ. Ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Τὸ δὲ, ἐξέστη, τίθησι κοινῶς, ἀντὶ τοῦ, κατεπλάγη, καὶ μικρὸν καὶ αὐτῆς ἐκπέπτωκε φρενός. Τὰ γάρ τοι δεινὰ τῶν δειμάτων, ἰκανά πώς ἐστι εἰς τὸ κατασεῖ- σαι δύνασθαι τὸν νοῦν, καὶ καταδονῆσαι τὴν ψυχὴν, καί τι τοιοῦτον ὑπομεῖναι δοκεῖν, ὁποῖον ἂν πάθοι καὶ τὸ ἐν δρυμοῖς ξύλον, πνευμάτων ἀγρίων προσβο- λαῖς τῇδέ τε κἀκεῖσε διαῤῥιπτούμενον. Γέγονε δὲ μάλιστα τῆς δειλίας ἡ πρόφασις, ἤτοι τῆς ἐκστάσεως αὐτῷ τὸ συμβεβηκός. Ἤδη γὰρ ἔφην ὅτι βασιλεύον- τος αὐτοῦ, πεπολεμήκει πρὸς τὸν Ἰούδαν ὁ Φακεὲ, καὶ ἀνεῖλεν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας. Ὅτε τοίνυν καὶ μόνος ὁ Φακεὲ τοσοῦτος γέγονεν, ὡς κατισχῦσαι ῥᾳδίως τῶν ἐν τοῖς Ἱεροσο- λύμοις· πῶς οὐκ ἔδει τὸν ἐν τοῖς ἐσχάτοις ἐνδείξα- σθαι φόβον, αὐτόν τε τὸν Ἄχαζ, καὶ τὸν ἐπ' αὐτῷ λαὸν, συμπεφωνηκότος τοῦ Σύρου, καὶ συνεξοπλίζον- τος τῷ Ἐφραῒμ μετὰ τῶν Ἱεροσολύμων; 9Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν, Ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰα-σοῦν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς 70.196 ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐρεῖς αὐτῷ, Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.9 Οἰκτείρμων ὄντως καὶ ἐλεήμων ὁ Κύριος, καὶ πάντας ἀνθρώπους ἐθέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· οἰκονομεῖ δὲ πάντα σαφῶς, καὶ κα-