Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Ὅπου, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Μὴ γενοίμην ἐκεῖ ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξ ωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσον ται. Ἢ ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· "Ἐκεῖ ἔσται ὁ κλαυθμός." 69.924 Ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι. (B f. 124 b) ∆εῖ δὴ οὖν ἅρα προσιόντας Θεῷ τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αἴτησιν, παραιτεῖσθαι δὲ καὶ τὸ ἁλῶναι ψυχικοῖς ἀῤῥωστήμασιν, καὶ τὸ ὑπὸ χεῖρα γενέσθαι δαιμονικὴν τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας εἰ ῥᾳθυμοῦντες εὑρίσκοιντο, καὶ οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην ὅσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεῷ· ὃ δὴ πέπονθεν ὁ κατὰ σάρκα Ἰσραὴλ πεπαρῴνηκεν γὰρ ἀφορήτως εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν.
ΨΑΛΜΟΣ Λς
Ψαλμὸς τῷ ∆αβίδ. (A f. 190 b) Ἠθικός ἐστιν ὁ ψαλμὸς καὶ θεραπευ τικὴν
ἡμῶν τῆς ψυχῆς διδασκαλίαν περιέχων, εἰσ ηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν, ἐξ ἑκατέρων πείθων ἔκ τε τῆς τοῖς ἀγαθοῖς ἀποκειμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονηροῖς τεταμιευμένης κολάσεως. Ἀνακείσε ται μέν τοι τῷ ∆αβὶδ μονονουχὶ κατεπᾴδοντι τοῖς ὀρ θότητος ἐρασταῖς καὶ παροτρύνοντι αὐτοὺς εἰς τὸ μεταποιεῖσθαι προθύμως τῆς οὐκ ἀθαυμάστου ζωῆς. Ποιεῖ δὲ τοῦτο ἐπὶ καιροῦ· ἐν μὲν γὰρ τῷ τετελε σμένῳ ψαλμῷ πλείστη γέγονε κατάῤῥησις παντὸς πα ρανόμου· ἐν δὲ τῷ προκειμένῳ νουθεσίαν ἡμῖν εἰσ κομίζει, ἀποφέρουσαν μὲν τῆς πρὸς ἐκείνους ταυ τοεργίας, ἀναβιβάζουσαν δὲ πρὸς τὸ ἄμεινον. [Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτα τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας, τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ] Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. (A f. 191) Μήτε πάλιν μιμοῦ ἢ μακάριζε τοὺς τοιούτους εὐθηνοῦντας ὁρῶν· πρὸς ὀλίγον γὰρ ἀν θοῦντες, ξηραίνονται· πᾶσα γὰρ σὰρξ χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται, καθ' ἅ φησιν ὁ Σω τήρ; Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευο μένων πρόσκαιρον εὐημερίαν· ἐννοεῖν δὲ χρὴ μᾶλ λον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶν, μὴ δὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων. Κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφὰς, κἂν ἴδῃς ἀσεβῆ εὐ πράττοντα, φεῦγε τὴν ἰσοτροπίαν, εἰς τὰ ἐσόμενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πρά γματα. ∆ιὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. (A f. 191 b) Παραινεῖ φεύγειν πονηρίαν, ἔκπτωσιν εἷναι παντὸς ἀγαθοῦ, ταύτης ὑπογράφων τὸ τέλος. Τί δὲ οὕτως εὐμάραντον ὡς χόρτος ἀγροῦ, καὶ λα 69.925 χάνου φύσις; Βραχὺ γάρ πως ἀνθήσαντα τὰ τοιάδε μαραίνεται. Οὕτω πού φησι περὶ τῶν ἐν κόσμῳ λαμπρῶν· Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων· οἱ γὰρ ἐν δώμασι τικτόμενοι τῶν χόρτων, ῥίζαν οὐκ ἔχοντες, ἄκαρποί τέ εἰσι καὶ πρὸς μαρασμὸν ἑτοιμό τεροι διὰ τοῦτο. -Οὐ δεῖ τοίνυν ταῦτα ζηλοῦν, ὧν τὰ μὲν ἐπ' ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδο ται, τῆς ἀκμῆς τῆς προσκαίρου παυσάμενα, ὡς τὰ τῆς χλόης λάχανα, ἃ τὴν χρῆσιν ἐν τῷ χλοάζειν ἔχουσι· τούτοις γὰρ ἡ τῶν ἀνθρώπων εὐπραγία, διὰ τὸ σαθρὸν καὶ πρόσκαιρον ἔοικε· καὶ ὅτι πῦρ αὐ τὴν τὸ τῆς γεέννης ἐκδέχεται. Ἁγιοπρεπὲς δὲ ζη λοῦν ἐκείνους, οἷς ἂν ἕποιτο διηνεκὴς ἡ παρὰ Θεοῦ δόξα τῇ τῶν ἀνδραγαθημάτων φιλονεικοῦσα λαμ πρότητι. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν. (A f. 191 b, B f. 125 b, C f. 76 b) Τουτέστιν Ἀγάπησον τὸ εὐδοκιμεῖν, δίψησον τῶν ἱερῶν χαρι σμάτων τὴν κτῆσιν, ἀγάπησον τὰ τοῖς ἁγίοις