69
κρατεῖν· ἐπεὶ δὲ κατηγγύηται τῷ βασιλεῖ, κυρίαν ἑαυτοῦ τὴν ἀδελφὴν καὶ ᾤετο καὶ ὠνόμαζε, καὶ πρὸς τοὺς Ῥωμαίων πρέσβεις τοιαῦτα φιλοτιμούμενος διεξῄει, ὡς αὐτῷ μὲν καὶ διὰ τὴν ἡλικίαν καὶ τὴν ἄλλην ἀρχὴν προσῆκε τῶν 1.196 πρωτείων ἀντιποιεῖσθαι· ἐπεὶ δὲ, βουλομένου θεοῦ, καὶ μείζονος δόξης καὶ ἀρχῆς ἐπελάβετο ἡ ἀδελφὴ, δέον εἶναι καὶ αὐτὸν στέργειν τὰ ἐψηφισμένα παρὰ θεοῦ, καὶ κυρίαν ἑαυτοῦ τὴν βασιλίδα Ῥωμαίων ἡγεῖσθαι. καὶ γὰρ οὐ βάρβαροι μόνον, ἀλλὰ καὶ Ἰταλοὶ καὶ ὅσοι ἄλλοι ἄρχουσί τινων, τὴν Ῥωμαίων βασιλείαν καὶ ἑαυτῶν καὶ τῶν ἄλλων ἕκαστος καὶ μείζονα καὶ περιφανεστέραν οἴονται. μαʹ. Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς, δευτέρᾳ ἱσταμένου Φεβρουαρίου τῆς αὐτῆς ὀγδόης ἰνδικτιῶνος, ὁ νέος βασιλεὺς παρὰ τοῦ πάππου καὶ βασιλέως ἐν τῷ τῆς τοῦ θεοῦ Σοφίας ἐστέφθη ναῷ, Ἠσαΐου πατριαρχοῦντος. ἡ τοιαύτη δὲ βασιλικὴ τελετὴ τοῦτον γίνεται τὸν τρόπον. τῆς προθεσμίας ἐνστάσης, καθ' ἣν ἤδη τέτακται τῷ θείῳ μύρῳ χρίειν τὸν βασιλέα, τοὺς ἐν ἀξιώμασι πάντας καὶ τοὺς ἐν τέλει καὶ τὴν στρατιὰν, οὐ μὴν ἀλλὰ καὶ τὸν τῶν ἱερῶν τῆς ἐκκλησίας τῆς νέας ταυτησὶ Ῥώμης οἰάκων ἐπειλημμένον, ἔτι δὲ καὶ πανδημεὶ τὴν πόλιν τοῖς βασιλείοις ἅμα ἕῳ πάντας παρεῖναι δεῖ. περὶ δὲ δευτέραν ὥραν μάλιστα τῆς αὐτῆς ἡμέρας, τοῦ μέλλοντος χρισθήσεσθαι βασιλέως ἐπὶ ἀσπίδος καθεσθέντος, ὁ βασιλεὺς καὶ πατὴρ τοῦ ἀναγορευομένου, εἴγε περίεστι, καὶ ὁ πατριάρχης τῶν ἐμπροσθίων μερῶν ἐπιλαμβανόμενοι τῆς ἀσπίδος, τῶν δ' ἐπιλοίπων οἱ ἐν ἀξιώμασιν ὑπερέχοντες δεσπόται τε καὶ σεβαστοκράτορες, εἴπερ εἰσὶν, ἢ οἱ ἐπιφανέστατοι μάλιστα τῶν συγκλητικῶν, καὶ μετεωρίσαντες ὡς ἔνι μάλιστα αὐτὸν ἅμα τῇ ἀσπίδι, 1.197 τοῖς πλήθεσιν ἐπιδεικνύουσι τὸν βασιλέα πάντοθεν περιϊσταμένοις. ἐπευφημησάντων δὲ αὐτῶν, καταθέντες ἄγουσιν εἰς τὸν ναὸν, ἔνθα δεῖ τὴν τελετὴν γενέσθαι. οἰκίσκου δ' ἐν αὐτῷ ξυλίνου τῆς τοιαύτης ἕνεκα χρείας προκατεσκευασμένου, τὸν νέον εἰσάγουσι βασιλέα, καὶ τὴν πορφύραν καὶ τὸ διάδημα ἐνδιδύσκουσι, πρότερον τῶν ἀρχιερέων εὐλογούντων αὐτά. ἐπὶ δὲ τῆς κεφαλῆς οὐ νενομισμένον περιτίθεταί τι, ἀλλ' ἢ στέφανος, ἢ ὅ,τι ἂν ἄλλο δοκῇ. τούτων δὲ γινομένων, ἡ θεία τελεῖται μυσταγωγία. ἐχόμενα δὲ τοῦ εἰρημένου οἰκίσκου καὶ ἀναβάθρα ἐκ ξύλων προκατασκευάζεται καὶ αὐτὴ, καὶ περιειλοῦσιν αὐτὴν πάντοθεν πέπλοις Σηρικοῖς ἐρυθροῖς· ὑπεράνω δὲ αὐτῆς κατὰ τὸν ἀριθμὸν τῶν βασιλέων τίθενται θρόνοι χρυσοῖ οὐ κατὰ τοὺς εἰωθότας, ἀλλ' ἐπηρμένοι μάλιστα τῷ ὕψει, τέτταρας ἢ καὶ πέντε ἔχοντες ἀναβασμοὺς, ἐφ' οὓς, ἐξιόντες τοῦ οἰκίσκου, ἀναβαίνοντες καθίζουσιν οἱ βασιλεῖς, ἤν γε μὴ εἷς, ἀλλὰ πλείους ὦσι. συναναβαίνουσαι δὲ αὐτοῖς καὶ αἱ βασιλίδες, καθίζουσιν ἐπὶ θρόνων, αἱ μὲν προεστεμμέναι τὰ στέμματα περικείμεναι, ἡ μέλλουσα δὲ στεφανηφοροῦσα. πρὸ δὲ τῆς τοῦ τρισαγίου θείας ὑμνολογίας ἄνεισιν ἐπὶ τὸν ἄμβωνα ὁ πατριάρχης τῶν ἀδύτων ἐξιών. συνανέρχονται δὲ αὐτῷ καὶ τῶν τῆς ἐκκλησίας ἀρχόντων οἱ ἐπιφανέστεροι, τὰς ἱερὰς καὶ αὐτοὶ ἐνδεδυμένοι στολάς· οὓς ἀποστέλλων προσκαλεῖται τοὺς βασιλέας. οἱ δ' εὐθὺς ἐξανιστάμενοι τῶν θρόνων, ἐπὶ 1.198 τὸν ἄμβωνα χωροῦσι. σιωπὴ δὲ βαθεῖα καὶ ἀταραξία τὸ πλῆθος κατέχει πᾶν. ὁ δὲ πατριάρχης τὰς ἐπὶ χρίσει τῶν βασιλέων συντεθειμένας δίεισιν εὐχὰς, τὰς μὲν ἡσυχῇ καθ' ἑαυτὸν, ἔστι δ' ἃς καὶ εἰς ἐπήκοον πάντων, καὶ τῷ χρισθησομένῳ ἐξιλάσκεται τὸ θεῖον. μετὰ τοῦτο δὲ ὁ μέλλων χρισθήσεσθαι βασιλεὺς τὸ ἐπικείμενον, ὅ,τι ἂν ᾖ, τῇ κεφαλῇ ἀφαιρεῖ. νενόμισται δ' αὐτίκα πάντας, ὅσοι πάρεισιν ἐντὸς τοῦ ναοῦ, γυμναῖς καὶ αὐτοὺς ἑστάναι κεφαλαῖς. ὁ πατριάρχης δὲ τῷ θείῳ μύρῳ σταυροειδῶς χρίει τὴν βασιλέως κεφαλὴν, ἐπιλέγων μεγάλῃ φωνῇ· ἅγιος. διαδεχόμενοι δὲ οἱ ἐπὶ τοῦ ἄμβωνος ἱστάμενοι τὴν φωνὴν, ἐκ τρίτου καὶ αὐτοὶ λέγουσιν· ἅγιος. ἐφεξῆς δὲ καὶ πᾶν τὸ πλῆθος τὸ αὐτὸ ἐπιφωνοῦσι τοσαυτάκις. μετὰ τοῦτο τῶν ἀδύτων ἐντὸς παρὰ διακόνων τὰς ἱερὰς ἐνδεδυμένων στολὰς κατεχόμενον τὸ στέμμα, οὐ γὰρ ἐπὶ τῆς ἱερᾶς, ὥς τινές φασι, τραπέζης κεῖται, ἄγουσιν ἐπὶ τὸν ἄμβωνα. καὶ εἴγε πάρεστι