Τοῦ ἁγίου Ἰουστίνου Φιλοσόφου καὶ Μάρτυρος πρὸς Τρύφωνα
καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ
λευταῖον ἔφης ἀπὸ τῶν ∆αυεὶδ λόγων, οὐ δοκεῖ μοι εἰς ἄλλον τινὰ εἰρῆσθαι ἀλλ' εἰς τὸν πατέρα, τὸν καὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ποιήσαντα· σὺ δ' αὐτὸν φῂς εἰς τὸν παθητὸν τοῦτον, ὃν καὶ Χριστὸν εἶναι σπουδάζεις ἀποδεικνύναι, εἰρῆσθαι. Καὶ ἀπεκρινάμην· ∆ιὰ λέξεως, ἣν τὸ ἅγιον πνεῦμα ἐν τούτῳ τῷ ψαλμῷ ἀνεφθέγξατο, νοήσατε λέγοντός μου, παρα καλῶ, καὶ γνώσεσθε οὔτε κακῶς με λέγειν οὐθ' ὑμᾶς ὄντως κεκλῆσθαι· οὕτως γὰρ ἂν καὶ πολλὰ ἄλλα νοῆσαι τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένων καθ' ἑαυτοὺς γενόμενοι δυνήσεσθε. Ἄισατε τῷ κυρίῳ ¶σμα καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ καὶ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελί ζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὡς τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων ᾄδοντας καὶ ψάλλοντας τοὺς ἀπὸ πάσης τῆς γῆς γνόντας τὸ σωτήριον τοῦτο μυστήριον, τοῦτ' ἔστι τὸ πάθος τοῦ Χριστοῦ, δι' οὗ τούτους ἔσωσεν, ἐνδιάγοντας κελεύει, ἐπιγνόντας ὅτι καὶ αἰνετὸς καὶ φοβερὸς καὶ ποιητὴς τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς ὁ τοῦτο τὸ σωτήριον ὑπὲρ τοῦ ἀνθρωπείου γένους ποιήσας, τὸν καὶ μετὰ τὸ σταυρωθῆναι ἀποθνήσκοντα καὶ βασιλεύειν πάσης τῆς γῆς κατηξιωμένον ὑπ' αὐτοῦ, ὡς καὶ διὰ ... ... τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται εἰς αὐτήν, καὶ ἐγκα ταλείψουσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διε θέμην αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν· καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις. καὶ ἐρεῖ τῇ ἡμέρᾳ ἐκείνῃ· διότι οὐκ ἔστι κύριος ὁ θεός μου ἐν ἡμῖν, εὕ ροσάν με τὰ κακὰ ταῦτα. ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν τῇ ἡμέρᾳ ἐκείνῃ, διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους. Ἐν δὲ τῷ βιβλίῳ τῆς Ἐξόδου, ὅτι αὐτοῦ τὸ ὄνομα τοῦ θεοῦ καὶ Ἰησοῦς ἦν, ὃ λέγει τῷ Ἀβραὰμ μὴ δεδηλῶσθαι μηδὲ τῷ Ἰακώβ, διὰ Μωυσέως ἐν μυστηρίῳ ὁμοίως ἐξηγγέλθη, καὶ ἡμεῖς νενοήκαμεν. οὕτως δὲ εἴρηται· Καὶ εἶπε κύριος τῷ Μωυσεῖ· Eἰπὲ τῷ λαῷ τούτῳ· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑπο στείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ. τίς οὖν εἰς τὴν γῆν εἰσήγαγε τοὺς πατέρας ὑμῶν; ἤδη ποτὲ νοήσατε ὅτι ὁ ἐν τῷ ὀνόματι τούτῳ ἐπονομασθεὶς Ἰησοῦς, πρότερον Aὐσῆς καλούμενος. εἰ γὰρ τοῦτο νοήσετε, καὶ ὅτι τὸ ὄνομα αὐτοῦ τοῦ εἰπόντος τῷ Μωυσεῖ· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ. Ἰησοῦς ἦν, ἐπιγνώσεσθε. καὶ γὰρ καὶ Ἰσραὴλ αὐτὸς ἦν καλού μενος, καὶ τὸν Ἰακὼβ τούτῳ τῷ ὀνόματι ὁμοίως μετωνομάκει. ὅτι δὲ καὶ ἄγγελοι καὶ ἀπόστολοι τοῦ θεοῦ λέγονται οἱ ἀγγέλλειν τὰ παρ' αὐτοῦ ἀποστελλόμενοι προφῆται, ἐν τῷ Ἠσαίᾳ δεδήλωται. λέγει γὰρ ἐκεῖ ὁ Ἠσαίας· Ἀπόστειλόν με. καὶ ὅτι