γονέναι. Ἐρώτησις ρμβ. Eἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος, καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγ γέλους θεοὺς παρ' ἡμῶν ὀνομάζεσθαι; Ἀπόκρισις. Τῶν ἀγγέλων ὅσοι ἐν τάξει θεοῦ ὤφθησαν ἢ ἐλάλησαν τοῖς ἀνθρώποις ἐσχήκασι καὶ αὐτοὶ τοῦ θεοῦ τὴν κλῆσιν, ὡς ὁ λαλήσας τῷ Ἰακὼβ καὶ τῷ Μωϋσῇ. Ἐκλήθησαν δὲ καὶ οἱ ἄνθρωποι θεοί. Ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ τὴν τάξιν καὶ τὴν προσηγορίαν ἔχειν· πληρωθείσης δὲ τῆς χρείας παύονται τοῦ καλεῖσθαι θεοὶ οἱ χρείας τινὸς ἕνεκεν εἰληφότες τοῦ θεοῦ τὴν κλῆσιν. Ὅτε μὲν γὰρ ἐνεχείρισε τῷ ἀγγέλῳ τὴν ἐπιστασίαν τοῦ λαοῦ, ἔφασκε τῷ Μωϋσεῖ περὶ αὐτοῦ· Μὴ ἀπειθήσῃς αὐτῷ, ὅτι ὄνομά μου κεῖται ἐπ' αὐτόν. Ὅτε δὲ ἐνεχείρισε τοῖς ἄρχουσι τὴν κρίσιν τοῦ λαοῦ, φησὶ πρὸς αὐτούς· ∆ικαίαν κρίσιν κρίνατε, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστι. Καὶ πάλιν· Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Θεοὺς αὐτοὺς ἔλεγεν ἀντὶ τοῦ Ἔδωκα ὑμῖν τὴν τιμὴν τὴν ἐμὴν καὶ τὴν τάξιν καὶ τὴν κλῆσιν· ὡς οὖν ἐμοῦ κρίνοντος οὕτως κρίνατε τὸν λαόν. Ἐρώτησις ρμγ. Eἰ ὑπεραναβέβηκε μὲν ὁ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρω πος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; Ἀπόκρισις. Aὕτη ἡ ἐρώτησις οὔτε Χριστιανῷ ἁρμόττει οὔτε Ἕλληνι. Καθ' ἕτερον δὲ εἰς τοὺς ὑποβεβηκότας μετενήνεκται τοῦ ὑπεραναβεβηκότος ἡ κλῆσις, κατὰ τὴν ἑκάστου δόξαν. Oὐ χρὴ δὲ ἐκ τῶν ὁμολογουμένων κατασκευάζειν τὴν ἀπορίαν, ἀλλὰ ἐκ τῶν ἀμφιβόλων. Ἐρώτησις ρμδ. Eἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν καὶ βουλὴν ἐνυ πάρχουσαν καὶ υἱὸν ὑπάρχοντα, πῶς, ἐκ τοσούτων συγκείμε νος, ἁπλοῦς ὀνομάζεται; Ἀπόκρισις. Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ὅλος ἐφ' ἑαυτοῦ, καὶ τούτου πίστιν ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστί, καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν. Oὐ γάρ ἐστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν νοηθῇ ἐν συνθέσει, ὥσπερ ἐν τῇ κτιστῇ φύσει· ἀλλ', ὥσπερ τὴν φύσιν ὤν, οὕτως καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν. Ἐρώτησις ρμε. Eἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διὰ τί τὴν μὲν βρῶσιν τῆς τῶν ζώων σαρκὸς ὁ θεὸς ἐπιτρέ πει, τὴν δὲ ἐν τῷ αἵματι ἀπαγορεύει μετάληψιν, Πλὴν κρέας, λέγων, ἐν αἵματι οὐ φάγεσθε; Ἀπόκρισις.