δὲ καὶ τὴν σύντομον ἅλωσιν, τοῦτο δὲ καὶ τὴν ἐκ βασιλέως φοβηθέντες ἀφίξεσθαι μέλλουσαν βοήθειαν, λύουσι τὴν πολιορκίαν, κατὰ δὲ τὴν Ἰταλίαν, ἣ νῦν Λαγγοβαρδία ὠνόμασται, διαπεράσαντες τὸ κάστρον τῆς Βάρεως ἐξεπόρθησαν καὶ αὐτόθι κατασκηνώσαντες, καὶ τοῖς ἐγγίζουσι καθ' ἑκάστην ἐπιτιθέμενοι καὶ ἀεί τι προσλαμβάνοντες πᾶσαν τὴν Λαγγοβαρδίαν ἄχρι καὶ αὐτῆς σχεδὸν τῆς ποτε μεγαλοδόξου Ῥώμης ἐκράτησαν. τὸ δὲ γενόμενον ἐν ∆αλματίᾳ παρὰ τῆς Ῥωμαϊκῆς ἐπικουρίας, καὶ τὰ προμνημονευθέντα γένη τῶν Σκυθῶν θεασάμενα, οἵ τε Χρωβάτοι καὶ Σέρβοι καὶ οἱ λοιποί, πρέσβεις πρὸς βασιλέα στέλλουσιν ἀξιοῦντες ζεύγλῃ τῆς Ῥωμαϊκῆς ἐξουσίας ὑπεισελθεῖν. ὧν ὡς εὐλόγου τῆς δεήσεως ἐπακούσας ὁ βασιλεὺς φιλανθρώπως αὐτοὺς προσεδέξατο, καὶ πάντες τῇ Ῥωμαϊκῇ ἐπανῆλθον ἀρχῇ, δεξάμενοι ἄρχοντας τῶν οἰκείων καὶ ὁμοφύλων, τῶν δὲ περικαθημένων Ἀγαρηνῶν τὸ Ῥαούσιον ἔτι περὶ τὴν Ἰταλίαν διατρεχόντων καὶ συνεχῶς κατατριβόντων αὐτήν, φροντίζων ὁ βασιλεὺς, ὅπως τούτους ἀποσκευάσηται, ἐπεὶ ἐγίνωσκε μὴ ἀξιόμαχον εἶναι τὸν μετὰ τοῦ Ὠορύφα στόλον, πρὸς ∆ολοῗχον, τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπαν Ῥώμης διαπρεσβεύεται, συνεπικουρῆσαι ταῖς ἑαυτοῦ δυνάμεσιν ἐξαιτῶν καὶ μετὰ τούτων κατὰ τῶν ἀθέων συμπαρατάξασθαι, καὶ τὰς ὀλίγῳ πρόσθεν μνημονευθείσας χώρας τῶν Σκλαβηνῶν κελεύσας συνεπιλαβέσθαι, τοῦ ἔργου καὶ τοὺς τοῦ Ῥαουσίου οἰκήτορας. ὧν ὁμοῦ πάντων γεγενημένων καὶ μεγάλης ἀθροισθείσης δυνάμεως, ἐπεὶ καὶ ὁ Ῥωμαίων ναύαρχος ἐμπειρίᾳ στρατηγικῇ ἐκεκόσμητο, θᾶττον ἡ Βάρις ἁλίσκεται. τὸν δὲ Σουλδάνον καὶ τὸν ὑπ' αὐτὸν λαὸν τῶν Ἀγαρηνῶν ὁ ἄρχων Φραγγίας ἀναλαβόμενος αἰχμαλώτους ἐπ' οἶκον ἀπήγαγε. καὶ ἡ μὲν κατὰ τὴν ἑσπέραν πρώτη στρατεία τῷ Βασιλείῳ τοιοῦτον πέρας ἐδέξατο. βασ1.27 Ὁ δὲ Σουλδάνος αἰχμάλωτος, ὡς εἴρηται, παρὰ τοῦ ῥηγὸς ληφθεὶς καὶ ἐν Καπύῃ ἀχθείς, ἐπὶ διετίαν ὅλην ἐνδιατρίψας οὐδέποτε παρά τινος ὤφθη γελῶν. ὁ δὲ ῥὴξ τῷ κατάφωρον αὐτὸν γελῶντα πεποιηκότι χρυσίου δόσιν κατεπηγγείλατο. προσήγγειλεν οὖν τίς ποτε τῷ ῥηγὶ γελῶντα τὸν Σουλδάνον θεάσασθαι, καὶ τούτου παρείχετο μάρτυρας. ὃν καλέσας ὁ ῥὴξ τὴν μεταβολὴν τοῦ γέλωτος ἐπυνθάνετο. ὁ δέ· ἅμαξαν, φησί, κατιδὼν καὶ τοὺς ταύτης κατανοήσας τροχούς, πῶς ὁ μὲν ταπεινὸς αἴρεται, ὁ δὲ μετέωρος ταπεινοῦται, καὶ ὡς εἰκόνα ταῦτα λαβὼν τῆς ἀσταθμήτου καὶ ἀβεβαίου τῶν ἀνθρώπων εὐδαιμονίας, ἐγέλασα, ἅμα μὲν ἐνθυμηθείς, πῶς ἐφ' οὕτως ἀβεβαίῳ πράγματι ἐπαιρόμεθα, ἅμα δὲ καὶ οὐκ ἀδύνατον οἰηθεὶς τὸ καὶ ἐμέ, ὥσπερ ἐκ μετεώρου γεγονότα ταπεινόν, οὕτω καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχεσθαι πάλιν ἀρθῆναι πρὸς μέγεθος. τούτων ἀκούσας ὁ ῥὴξ καὶ ἔννοιαν τῶν οἰκείων λαβὼν συνετόν τε τὸν ἄνδρα λογισάμενος διά τε τὴν προηγησαμένην ἀρχὴν καὶ τὸ γῆρας καὶ τὸ εὐτυχίας τε ἅμα καὶ δυστυχίας πειραθῆναι, παρρησίας τε μετεδίδου αὐτῷ καὶ συνδιαιτήσεως. Bas1.28 Ὁ δὲ δόλιος ὢν καὶ πανοῦργος μηχανὴν ῥάπτει κατὰ τοῦ ῥηγός, ἥτις τὸν μὲν ῥῆγα τῆς Καπύης ἐδίωξεν, ἑαυτῷ δὲ τὴν πρὸς τὰ οἰκεῖα ὑποστροφὴν ἐχαρίσατο. εἰδὼς γὰρ ὁ τοιοῦτος, ὡς αἱ δύο Ἰταλικαὶ πόλεις αὗται, ἥ τε Καπύη καὶ ἡ Βενεβενδός, οὐ πρὸ πολλοῦ προσκτηθεῖσαι τῷ ῥηγὶ βεβαίαν οὐ φυλάττουσι τὴν πρὸς αὐτὸν πίστιν, ἀλλ' ἀεὶ τὴν ἐλευθερίαν φαντάζονται, οὐκ ἀγνοῶν δέ, ὅτι καὶ διὰ φροντίδος ἐστὶ τῷ ῥηγὶ ἡ τούτων βεβαία καὶ ἀσφαλὴς κατάσχεσις, πρόσεισι τῷ ῥηγὶ καί φησιν· ὁρῶν σε διὰ παντός, ὦ βασιλεῦ, μεριμνῶντα καὶ φροντίζοντα, πῶς ἂν ἀσφαλῶς καθέξεις τὰς Ἰταλικὰς ταύτας πόλεις, ἔρχομαι προσοίσων βουλήν. ἴσθι οὖν, ὦ γενναιότατε, ὡς οὐκ ἄλλως σοι ἀμετάπτωτος ἡ τῶν πόλεων τούτων κατάσχεσις ἔσεται, εἰ μὴ τοὺς προὔχοντας τούτων εἰς τὰ ἤθη μετοικίσεις τῶν Φράγγων. φύσει γὰρ τὸ ἀκουσίως δουλούμενον ἀντέχεται τῆς ἐλευθερίας, καὶ καιροῦ λαβόμενον ἐκρήσσει τὸ σπουδαζόμενον. τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ ῥήξ, καὶ λυσιτελεῖν αὐτῷ οἰηθείς, ἐγνώκει οὕτω ποιεῖν. κλοιοὶ τοίνυν ἐχαλκεύοντο καὶ δεσμὰ λεληθότως, ὡς ἐπί τινι τάχα χρείᾳ κατεπειγούσῃ. οὕτω δὲ