βιωτικῆς συγχύσεως ὑπερτέραν ποίησον, ἀλλ', εἰ δυνατόν, μηδὲ αὐτὸ τὸ σῶμα ὅπερ ἠμφίεσαι καὶ ὅπερ σκύβαλόν ἐστι τῆς ὕλης, τοῦτ' ἔστι πρᾶγμά τι ἀπερριμμένον καὶ κατα128 πεφρονημένον καὶ ὕλης παίγνιον, εἰς τὸν περίγειον καταλείψῃς κόσμον». κρημνὸν γὰρ τὸν ἐνταῦθα τόπον ὀνομάζει τὸ λόγιον. ὥσπερ γὰρ ἀπὸ μετεώρου τόπου τοῦ οὐρανοῦ ἡ φύσις ἡμῶν ἐνταῦθα κατακρημνίζεται. παραινεῖ οὖν ἵνα καὶ αὐτὸ τὸ σῶμα, ὅπερ φησὶν «ὕλης σκύβαλον», πυρὶ θείῳ ἐκδαπανήσωμεν ἢ ἀπολεπτύναντες εἰς αἰθέρα κουφίσωμεν ἢ μετεωρισθῶμεν ὑπὸ θεοῦ εἰς τόπον ἄυλον καὶ ἀσώματον, ἢ ἐνσώματον μὲν αἰθέριον δὲ ἢ οὐράνιον· οὗ δὴ τετύχηκεν ὅ τε Θεσβίτης Ἡλίας καὶ πρὸ τούτου Ἐνώχ, μετατεθέντες ἀπὸ τῆς ἐνταῦθα ζωῆς καὶ εἰς θειοτέραν λῆξιν ἀποκαταστάντες καὶ «μηδὲ τὸ τῆς ὕλης σκύβαλον», ἤτοι τὸ ἑαυτῶν σῶμα, «κρημνῷ» καταλείψαντες. κρημνὸς δέ ἐστιν, ὥσπερ εἰρήκαμεν, ὁ περίγειος τόπος. Τὸ δὲ τοιοῦτον δόγμα εἰ καὶ θαυμάσιόν ἐστι καὶ ὑπερφυές, ἀλλ' οὐκ ἐπὶ τῷ ἡμετέρῳ βουλήματι ἢ δυνάμει ἡ δαπάνη κεῖται τοῦ σώματος καὶ ἡ πρὸς τὸν θειότερον τόπον μετάστασις· μόνης δὲ τῆς θείας ἤρτηται τὸ πρᾶγμα χάριτος τῆς τῷ ἀπορρήτῳ πυρὶ τὴν ὕλην ἐκδαπανώσης τοῦ σώματος καὶ τὴν ἐμβριθῆ καὶ γεώδη φύσιν ὀχήματι πυρίνῳ μετεωριζούσης εἰς οὐρανόν. Χαλδαϊκὸν λόγιον. μὴ ἐξάξῃς, ἵνα μὴ ἐξίῃ ἔχουσά τι. Ἐξήγησις. τοῦτο τὸ λόγιον καὶ Πλωτῖνος ἐν τῷ Περὶ εὐλόγου ἐξαγωγῆς τίθησιν. ἔστι δ' ὁ λόγος παραίνεσις ὑπερφυής τε καὶ ὑπερήφανος. φησὶ γὰρ μηδέν τι τὸν ἄνθρωπον πραγματεύεσθαι περὶ τὴν ἐξαγωγὴν τῆς ψυχῆς, μηδὲ φροντίζειν πῶς ἂν ἐξέλθοι τοῦ σώματος, ἀλλὰ τῷ φυσικῷ λόγῳ τῆς διαλύσεως παραχωρεῖν. αὐτὸ γὰρ τὸ ἐμμέριμνον εἶναί τινα περὶ τῆς τοῦ σώματος λύσεως καὶ τῆς ἐντεῦθεν ἐξαγωγῆς τῆς ψυχῆς μετάγει τὸν νοῦν ἀπὸ τῶν κρειττόνων καὶ ἀπασχολεῖ περὶ τὴν τοιαύτην φροντίδα, ἔνθεν τοι οὐδὲ καθαίρεται τελεώτατα ἡ ψυχή. ἀσχολουμένοις οὖν ἡμῖν περὶ τὴν διάλυσιν, ἐὰν τηνικαῦτα ὁ θάνατος παραγένηται, οὐκ ἐλευθέρα παντάπασιν ἔξεισιν ἡ ψυχὴ ἀλλ' ἔχουσά τι τῆς ἐμπαθεστέρας ζωῆς. 129 πάθος γὰρ ὁρίζεται ὁ Χαλδαῖος τὸ φροντίζειν περὶ τοῦ σώματος τὸν ἄνθρωπον. «δεῖ γάρ» φησί «μηδενὸς ἑτέρου φροντίζειν ἢ τῶν κρειττόνων ἐλλάμψεων, μᾶλλον δὲ μηδὲ περὶ τούτων φροντίζειν, ἀλλ' ἀφεικότα ἑαυτὸν ταῖς ἀναγούσαις ἡμᾶς ἀγγελικαῖς ἢ θειοτέραις δυνάμεσι καὶ τὰ τοῦ σώματος μύσαντα αἰσθητήρια, εἰπεῖν δὲ καὶ τὰ τῆς ψυχῆς, ἀπολυπραγμονήτως καὶ ἀνεννοήτως ἕπεσθαι τῷ καλοῦντι θεῷ.» Τινὲς δὲ ἁπλούστερον ἐξηγήσαντο τὸ παρὸν λόγιον· «μὴ ἐξάξῃς» γάρ φησιν, «ἵνα μὴ ἐξίῃ ἔχουσά τι»· τοῦτ' ἔστι· μὴ προανέλῃς σαυτὸν τοῦ φυσικοῦ θανάτου, κἂν πάνυ πεφιλοσόφηκας· οὔπω γὰρ τῆς τελεωτάτης καθάρσεως ἔτυχες. ἔνθεν καὶ ἀφιπταμένη ἡ ψυχὴ τοῦ σώματος διὰ τῆς τοιαύτης ἐξαγωγῆς ἔχουσά τι τῆς θνητοειδοῦς ζωῆς ἔξεισιν. εἰ γὰρ καὶ ὡς ἐν φρουρᾷ τῷ σώματί ἐσμεν οἱ ἄνθρωποι, ὥς που δὴ καὶ Πλάτων εἴρηκεν ἐν ἀπορρήτοις λόγοις, τὴν ἄνω δόξαν μεμαθηκώς, ἀλλ' οὐ δεῖ «ἑαυτὸν ἀποκτιννύναι τινὰ πρὶν ἂν ἀνάγκην θεὸς ἐπιπέμψῃ». καὶ κρείττων ἡ ἐξήγησις αὕτη τῆς προτέρας καὶ τῷ Χριστιανικῷ λόγῳ συμβαίνουσα. Χαλδαϊκὸν λόγιον. μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί. μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ' ἀληθής, θυσιῶν σπλάγχνων τε τομαί· τάδ' ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα. φεῦγε σὺ ταῦτα, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, ἔνθ' ἀρετὴ σοφία τε καὶ εὐνομία συνάγονται. 130 Ἐξήγησις. ἀπάγει τὸν μαθητευόμενον ὁ Χαλδαῖος πάσης Ἑλληνικῆς σοφίας καὶ μόνῳ προσκολλᾷ, ὡς οἴεται, τῷ θεῷ. «μὴ τὰ πελώρια» γάρ φησι «μέτρα γύης