δὲ λοιποὶ ἐμαρτύρουν ὡς αὐτοὶ μὲν τῇ τοιαύτῃ πράσει οὐ παραγένοιντο, ἀκούσειαν δὲ τῶν ὑπογράφων μαρτύρων ἐν τῷ ἐπικυρωτικῷ ἐγγράφῳ τήν τε ὑπογράφὴν πολλάκις ὁμολογησάντων, καὶ τὴν προτέραν πρᾶσιν καὶ τὴν μετ' ἐκείνην ἐπικύρωσιν ἀληθεῖς τιθεμένων. ἀλλ' ὁ Ἴβηρ αὐτοὺς ἐκείνους τοὺς ὑπογράψαντας ἀνιστᾶν ἀπὸ τῶν νεκρῶν καὶ παράγειν κατηνάγκαζε τὸν ἀντίδικον, τὸν Ἀϊδωνέα παραιτησαμένους, δέχεσθαι δὲ τούτους, κἂν ἐξ ἡμισείας ἐφθάρησαν καὶ ἀμενηνὰ τυγχάνωσι κάρηνα. ἐπεὶ δὲ πᾶσι προσβάλλων καὶ ῥητοῖς καὶ ἀρρήτοις γέλωτα παρὰ πάντων ὠφλίσκανε, τελευταίαν ταύτην ἐξεῖπε φωνήν, ἐπομόσασθαι τὸν μαγγλαβίτην ὡς οὐκ εἴη γινώσκων ὅτι κατ' ἐνεχυρίασιν ἐδόθη παρὰ τοῦ πάππου τῷ Μιχαὴλ ἐκείνῳ τὸ περιβόητον τοῦτο προάστειον, καὶ ἀπιέναι νενικηκότα. Καὶ ἀπεφήνατο ὁ δικάζων ὅρκους ἀμφοτέρους παρασχεῖν, τὸν μὲν ὡς οὐ συκοφαντοίη, τὸν δὲ ὡς οὐκ ἐπίσταται τὴν ἐνεχυρίασιν. προβέβλητο οὖν τὸ θεῖον. τῶν δὲ ἐπομοσομένων, ὁ μὲν μαγγλαβίτης πρόθυμος ἦν, ὁ δὲ Ἰβηρίτζης μετώκλαζε, τὸν μαγγλαβίτην μόνον ἐπομόσασθαι καταναγκάζων τὸν ἐκβιβάζοντα τὴν ὑπόθεσιν. ὁ δὲ ἀντεπῆγε τούτῳ τὸν ὅρκον, ὁ δὲ οὐδέτερον προσεδέχετο, δοκῶν ἐντεῦθεν τὴν ἀπόφασιν γενέσθαι ἀνήνυτον καὶ εἰς χρόνους ἀπεράντους τεταμιεῦσθαι τὴν δίκην. Ἀλλ' ἄκουσον, ἀπειθέστατε σύ, τί σοι ὁ νόμος βοᾷ. "ὁ ἐπαγαγὼν ὅρκον καὶ μὴ ὀμνὺς τὸν τῆς συκοφαντίας, ἔοικε τῷ παραχωροῦντι τὸν ὅρκον, καὶ ἐκπίπτει τῆς ἀγωγῆς." ἐπεὶ οὖν ἐπήγαγες, σὺ δὲ τὸν τῆς συκοφαντίας οὐκ ὤμοσας, ἐκπέπτωκας, κατὰ τὸν νόμον, τῆς ἀγωγῆς. ἀλλὰ καὶ κατὰ συγχώρησιν ἐκ μόνου τούτου καταδεδίκασαι· ἐξ αὐτῆς γὰρ γραμμῆς καὶ οὐκ ἐκ περιόδου κατακέκρισαι. ὅπου γε οὐδὲ εἰσιτητόν σοι τυγχάνει τὸ δικαστήριον, ἀλλ' ἀπὸ τοῦ χρόνου μετείληψαι καὶ πεφώρασαι κακουργῶν τὸν ἀγῶνα, καὶ μάτην κόπτων τὰ δικαστήρια. ἀλλὰ τὸ κύκνειον ἐφ' ἡμῖν ᾖσας, ἢ μᾶλλον τὸ Κασσάνδρειον καὶ λοῖσθον μέλος, τοῦ παρόντος σοι δικαιώματος τὴν φωνὴν ἐπικόπτοντος. Ὃ δὴ καὶ συνήθως πιστωθὲν παρ' ἡμῶν ἐπεδόθη, μηνὶ μαρτίῳ, ἰνδικτιῶνος βʹ, ἔτους ϛφνζʹ. 7 αξτῃμ 4 Χρυσόβουλλος Οὐ θαυμαστὸν εἴ τις, τὸν μέγαν θεώμενος ἥλιον ἀπείρῳ φωτὶ καταλάμποντα καὶ ἐφ' ὑψηλοῦ διϊππεύοντα καὶ ἀπὸ τῆς οὐρανίας ἄντυγος πᾶσαν καταπυρσεύοντα γῆν, τῷ τε ἐναντίῳ καὶ διπλῷ, τῆς ἀνατολῆς μέρος ἅπαν καὶ τῆς δύσεως, βορρᾶν τε καὶ νότον καταφαιδρύνοντα τῆς κινήσεως, ἄγαταί τε καὶ τέθηπε καὶ ὅλαις αἰσθήσεσι τοῦ φωτὸς ἀπῃώρηται καὶ τιμᾷ ταῖς τῶν λόγων ὑπεροχαῖς. ὃ γὰρ ὁρᾷ τοῦτο ἐκπλήττεται, καὶ ὃ πέπονθε τῇ γλώττῃ κοσμεῖ καί, μαρτυροῦσαν ἔχων τῷ μεγαλείῳ τὴν αἴσθησιν, ὅλῳ τῷ ψυχικῷ πνεύματι ἐπὶ τὸ θαῦμα καὶ τὸ ἐγκώμιον διεγείρεται. οὐδ' εἴ τις τοίνυν βασιλέα ὁρῶν πορφυρίδι καὶ μαργαρίταις συναποστίλβοντα καὶ ἀπὸ σκήπτρου, ὅ φασι, θεμιστεύοντα, καὶ τῇ χρυσῇ τῶν λόγων σειρᾷ ὥσπερ ἐξ οὐρανίας ἀκρότητος πᾶσαν ἀπαιωροῦντα φύσιν καὶ δύναμιν, εἴτα ὑποπτήσει καὶ σέβεται, καινόν τι ποιεῖ καὶ ἀσύνηθες ταῖς τῶν πολλῶν διαθέσεσι. Τοὐναντίον μὲν οὖν ἐκεῖνο θαύματος ἄξιον, εἴ τις τὸν ἐπ' ἐλάττονος σχήματος τοῦ μείζονος καὶ βασιλικοῦ ἀξιῶν, ὡς αὐτὸ τοῦτο ὁρῶν ὃ βούλεται καὶ τὸ μέλλον ὡς ἐνεστώς, ἶσα τοῖς βασιλεῦσιν ἄγει τὸν τέως μετὰ τῶν ἄλλων ταττόμενον, καὶ διευλαβεῖται καὶ ὑποστέλλεται καὶ τἆλλα ποιεῖ οἷς ὑπηκόου σχῆμα χαρακτηρίζεται. Τοιοῦτος περὶ τὸ κράτος ἡμῶν ὁ μάγιστρος Ἐπιφάνιος καὶ πρωτοασηκρῆτις ὦπται καὶ δεδοκίμασται, καὶ λυχνιαῖόν τι φῶς ἴσως ἐν ἡμῖν ἰδών, ἡλιακὴν τοῦτο φρυκτωρίαν εἶναι ἐτόπασε καὶ τὴν ὑπόγειον ἡμῶν αἴγλην ὥσπερ ὑπέργειον δᾳδουχίαν ἐτίμησε, καὶ