τὴν καρδίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώραν δὲ τὸ μῆλον ἐπέδωκεν, οὔσῃ ἐκ Παφλαγόνων. στέφει δὲ Θεοδώραν ἐν εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου, στεφθεὶς καὶ αὐτὸς ἅμα αὐτῇ ὑπὸ Ἀντωνίου πατριάρχου. τῇ ἁγίᾳ πεντηκοστῇ προῆλθεν ἐν 214 τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ μεγάλῃ, φιλοτιμησάμενος χρήμασι πολλοῖς τὸν πατριάρχην, ἅμα τῷ κλήρῳ τε καὶ τῇ συγκλήτῳ. καὶ ἡ μὲν εἰρημένη Ἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατεσκεύασεν, εἰς ἣν ἀποκειραμένη ἀσκοῦσα καὶ φιλοσοφοῦσα καὶ θεῷ μόνῳ ζῶσα διετέλεσεν μέχρι τέλους ζωῆς αὐτῆς· ἣ καὶ συγγράμματα αὐτῆς πλεῖστα καταλέλοιπεν. ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ αὐτῆς, ᾗ ἐπώνυμον τὰ Γαστρία, ἡσύχαζεν. ἐποίησε δὲ ἱππικὸν Θεόφιλος, καὶ προσέταξε τῷ Χαμοδράκοντι Λέοντι τῷ πρωτοβεστιαρίῳ αὐτοῦ ἀγαγεῖν τὸ πολυκάνδηλον τὸ ἐν τῇ σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν. τοῦ ἱππικοῦ δὲ τελεσθέντος προσεκαλέσατο πᾶσαν τὴν σύγκλητον ἐν τῷ λεγομένῳ καθίσματι, καὶ τὸ πολυκάνδηλον ἐξαγαγὼν καὶ ὑποδείξας αὐτοῖς ἔφη "ὁ εἰς ναὸν κυρίου εἰσερχόμενος καὶ χριστὸν κυρίου φονεύων τίνος ἐστιν ἔνοχος;" ἡ δὲ σύγκλητος ἀποκριθεῖσα ἔφη "ἔνοχος θανάτου ἐστίν, ὦ δέσποτα." καὶ εὐθὺς ἐκέλευσεν τοὺς σὺν τῷ πατρὶ αὐτοῦ Μιχαὴλ τὸν Λέοντα ἀνελόντας τὸν ὕπαρχον κατασχεῖν καὶ τὰς κεφαλὰς αὐτῶν ἐν τῇ σφενδόνῃ ἀποτεμεῖν, πολλὰ προβαλλομένους καὶ λέγοντας ἄδικον εἶναι τὴν τοιαύτην κρίσιν· καὶ γὰρ εἰ μὴ τῷ πατρὶ συνηγωνισάμεθα, βασιλεὺς οὐκ ἂν αὐτὸς νῦν ἦρξας. καὶ οὕτως ἐπ' ὄψεσιν πάντων τὰς κεφαλὰς ἀπετμήθησαν, προ215 σχήματι μὲν ὡς εἰς ναὸν κυρίου τετολμηκότες ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ ἀληθείᾳ ὡς τὸν συναιρεσιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτείναντες· εἴχετο γὰρ ὁ ἀλιτήριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως, τῶν δὲ ἁγίων εἰκόνων τὰς μὲν κατασπῶν τὰς δὲ ἀνορύττων. Τούτῳ Θεοφίλῳ προσέφυγεν Θεόφοβος Πέρσης ἅμα τῷ πατρὶ αὐτοῦ μετὰ Περσῶν χιλιάδων ιδʹ, οὓς διένειμεν οὗτος ἐν τοῖς θέμασι κατασκηνώσας καὶ εἰς τούρμας ἀποκαταστήσας, οἳ μέχρι τοῦ νῦν λέγονται τοῦρμαι Περσῶν. αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας Αὐγούστης γαμβρὸν ἐποιήσατο. Φιλόκοσμος δὲ ὢν αὐτὸς Θεόφιλος κατεσκεύασε διὰ τοῦ ἄρχοντος τοῦ χρυσοχείου, λογιωτάτου πάνυ ὄντος καὶ συγγενοῦς Ἀντωνίου πατριάρχου, τό τε Πενταπύργιον καὶ τὰ δύο μέγιστα ὄργανα ὁλόχρυσα, διαφόροις λίθοις καὶ ὑελίοις καλλύνας αὐτά, δένδρον τε χρυσοῦν ἐν ᾧ στρουθίον ἐφεζόμενον διὰ μηχανῆς τινὸς μουσικῶς ἐκελάδουν. ἐκαινούργησεν δὲ καὶ τὰς βασιλικὰς στολὰς ἀνανεώσας καὶ χρυσοϋφάντους κατακοσμήσας. ∆ικαιοσύνην δὲ κοσμικὴν προσποιούμενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρώην βασιλεύσαντας ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν Βλαχέρναις, 216 καὶ βοησάσης ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελφοῦ Πετρωνᾶ, δρουγγαρίου τῆς βίγλας ὄντος· "ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα, καὶ τοῖς κτίσμασι καινουργεῖ τὰ ἐμά, καὶ σκοτίζει καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ, ὡς ἅτε χήρας καταπεφρονημένας." *** οἳ ἀπελθόντες καὶ θεασάμενοι τὴν τοιαύτην ἀδικίαν, καὶ βεβαιωθέντες ὡς ἀληθῆ εἰσὶν τὰ παρὰ τῆς γυναικὸς ῥηθέντα, ὑποστρέψαντες ἀνήγγειλαν τῷ βασιλεῖ. καὶ ἐλεγχθεὶς παρ' αὐτῶν ἐκδυθεὶς ἐν τῇ μέσῃ τῆς ὁδοῦ τύπτεται τὰ νῶτα σφοδρῶς. ὡρίσθησαν δὲ ὅ τε κοιαίστωρ καὶ οἱ ἀντιγραφεῖς ἀπελθεῖν καὶ μέχρι θεμελίων ἐκδαφίσαι τὰ αὐτοῦ οἰκήματα καὶ τῇ γυναικὶ παραδοῦναι. Οὗτος Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπώνυμον Μουσελέ, ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον, εἰσεποιήσατο γαμβρὸν εἰς Μαρίαν ἠγαπημένην αὐτῷ θυγατέρα, ποιήσας αὐτὸν πατρίκιον, μετ' ὀλίγον δὲ καὶ μάγιστρον. εἶτα ὑπόληψίν τινα ἐπ' αὐτῷ σχὼν ὡς ὀρεγόμενον τῆς βασιλείας, καὶ στρατηλάτην καὶ δοῦκα Σικελίας ἐξέπεμψεν. οἷα δὲ τοῦ φθόνου ὠδίνοντος, Σικελοί τινες ἀνελθόντες διέβαλλον τοῦτον τῷ βασιλεῖ, ὡς τὰ μὲν Χριστιανῶν τοῖς Ἀγαρηνοῖς προδίδωσιν, κατὰ δὲ τῆς βασιλείας μελετᾷ. ἐν δὲ τῷ μεταξὺ τεθνηκυίας Μαρίας, πεποθημένης τῷ βασιλεῖ θυγατρός, τὴν μὲν