69
τοῦτον συγχωρεῖ φανῆναι, τὴν ἐκείνου πονηρίαν γυμνῶν, καὶ τὴν τῶν Ἰουδαίων μοχθηρίαν ἐλέγχων. Ἐπιφέρει δὲ ὅτι τάχιστα, τούτῳ μὲν παν ωλεθρίαν, Ἰουδαίοις δὲ θεραπείαν. "Ἀποστελεῖ γὰρ τὸν Θεσβίτην Ἡλίαν, καὶ ἐξαπάτην διελέγχοντα τὴν ἐκείνου, καὶ τὴν σωτήριον αὐτοῦ προμηνύοντα παρ ουσίαν." Ὁ μέντοι τῆς ἀληθείας ἀντίπαλος τὴν ∆εσποτικὴν ὡς ἐπίπαν μιμήσεται παρουσίαν, καὶ σκεῦος ἀνθρώπειον ἐκλεξάμενος τῆς οἰκείας ἄξιον ἐνεργείας, οὕτω παραχρήσεται τοῖς ἀνθρώποις, ταῖς ψευδέσι κεχρημένος τερατουργίαις. Καὶ τοῦτο διαῤ ῥήδην ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος δι' ὧν Θεσσαλο νικεῦσιν ἐπέστειλε. Λέγει δὲ οὕτως· "Ἐρωτῶμεν 83.529 δὲ ὑμᾶς, ὦ ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύ ματος, μήτε διὰ λόγων, μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα Κυρίου." ∆ιὰ δὲ τούτων δεδήλωκεν, ὥς τινες αὐτοὺς ἐξηπάτη σαν, εἰρηκότες τὸν Ἀπόστολον φάναι πελάσαι τοῦ Κυρίου τὴν παρουσίαν. Ὅθεν οὐ μόνον τὴν διὰ ῥημάτων καὶ διὰ γραμμάτων ἀπηγόρευσεν ἀπάτην, ἀλλὰ καὶ διὰ τῆς νομιζομένης προφητικῆς προῤῥή σεως. Τοῦτο γὰρ εἶπε· "Μήτε διὰ πνεύματος." Εἶτα ἐπάγει· "Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρ τίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπερ αιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ ὡς θεὸν καθί σαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἔστι θεός." Ἀποστα σίαν αὐτὴν τοῦ Ἀντιχρίστου καλεῖ τὴν παρουσίαν. Πολλοὶ γὰρ ὑπὸ τῶν ἐσομένων τεράτων ἐξαπατώ μενοι τῆς ἀληθείας ἀποστήσονται, καὶ τὸ ψεῦδος ἀσπάσονται. Ἄνθρωπον δὲ αὐτὸν ἁμαρτίας, καὶ υἱὸν ἀπωλείας ἐκάλεσε, καὶ τὴν ὁρωμένην φύσιν ἐπιδεικνὺς, καὶ τὴν παντοδαπὴν τῆς ἁμαρτίας ἀπο καλύπτων ἐνέργειαν. Ἐδήλωσε δὲ αὐτοῦ καὶ τὴν τυραννίδα, καὶ τὸν τύφον, καὶ τὴν ἀλαζονείαν, ἀν τικείμενον καὶ ὑπεραιρόμενον καλέσας, καὶ δείξας, ὡς οὐ μόνον τῶν ψευδωνύμων θεῶν ἑαυτὸν ὑπέρτερον ὀνομάσει, ἀλλὰ κἀν τῷ θείῳ νεῷ ὡς Θεὸς προσ εδρεύσει. Θεῖον δὲ νεὼν τὰς ἐκκλησίας καλεῖ. Εἶτα αὐτοὺς ἀναμιμνήσκων ἃ πολλάκις ἐδίδαξεν· "Οὐ μνημονεύετε, φησὶ, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀπο καλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ καιρῷ." Ἤδη ἂν ὤφθη, φησὶν, εἴπερ αὐτὸν μὴ ἡ θεία διεκώλυσε χάρις, καὶ τῷ ἁρμοδίῳ τὴν ἐκείνου παρουσίαν ἀπ εκλήρου καιρῷ. "Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖ ται τῆς ἀνομίας." ∆ιὰ δὲ τούτων αἰνίττεται τὰς τηνι καῦτα φυείσας αἱρέσεις. Μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται. Ὁ θεῖος αὐτὸν, φησὶν, ὅρος ἐπ έχει φανῆναι. ∆εῖ γὰρ, κατὰ τὴν θείαν πρόῤῥησιν, εἰς πάντα τὰ ἔθνη κηρυχθῆναι τὸ Εὐαγγέλιον, εἶθ' οὕτως ἐκεῖνον ὀφθῆναι. "Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύ ματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφα νείᾳ τῆς παρουσίας αὑτοῦ." Σαφῶς ἔδειξεν, ὡς εὐθὺς ὁ ∆εσπότης ἐπιφανεὶς, φροῦδον ἀποφανεῖ τὸν ἀλάστορα, καὶ τοῖς αἰωνίοις παραδώσει κολαστηρίοις, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ 83.532 ἐν πάσῃ ἀπάτῃ ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Οὐ γὰρ πάντας ἀγρεύσει πρὸς ὄλεθρον, ἀλλὰ τοὺς εὐρί πιστον καὶ εὐεξαπάτητον κεκτημένους τὴν γνώμην. Ἐδίδαξε δὲ, ὡς καὶ Σατᾶν τοῦ διαβόλου τὴν ἐνέργειαν δέξεται. Καθάπερ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, τοῖς μὲν ἁγίοις προφήταις, καὶ τοῖς ἱεροῖς ἀποστόλοις, καὶ μέντοι καὶ τοῖς ἄλλοις ἁγίοις, δι ένειμε τοῦ παναγίου Πνεύματος τὰ χαρίσματα, ἐναν θρωπήσας δὲ οὐ μερικήν τινα τῇ ληφθείσῃ φύσει δέδωκε χάριν, ἀλλὰ πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν Ἀπόστολον, ηὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι· οὕτως ὁ διάβολος, τοῖς μὲν ἄλλοις ἀνθρώποις, ὅσοις ἔπεισεν ἐργάτας