69
ἐκ φορᾶς, ὡς ἔτυχεν, λόγου ἢ συνηθείας ἀνθρωπίνης πιστοῦσθαι τὰ πράγματα, ἀλλ' ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς καὶ τῆς πατρικῆς καὶ κανονικῆς ἐκδόσεως. Ἡ μὲν οὖν διγαμία παρακεχώρηται δῆλον ὅτι ὑπὸ τοῦ ἱεροῦ ἀποστόλου καὶ δι' αὐτοῦ παρὰ Χριστοῦ, οὐ μὴν νόμος, ὥσπερ ὁ Θεολόγος Γρηγόριος, ἀλλὰ συγχώρησις· συγχώρησις δὲ οὐκ ἐπὶ ἀμέμπτου καὶ ἀπταίστου γένοιτ' ἂν (πῶς γὰρ καὶ διατί;), ἀλλ' ἐπὶ ἥττης τινὸς καὶ ἁλωσίμου δράματος. αὐτὸ γὰρ τοῦτο ὁ θεῖος ἀπόστολος ᾐνίξατο εἰπών, εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. ἡ δὲ ἀκρασία, τὸ κράτος τῆς ἀνδρείας ἀπολέσασα, ἥττης ἐστὶν καὶ ἀποπτώσεως ἔκγονον. ἐντεῦθεν ὁρμηθέντες οἱ θεῖοι πατέρες ἐπιτιμίῳ ὑπέβαλον τοὺς διγάμους, οἱ μὲν τῆς ἐν Λαοδικείᾳ συνόδου ἀορίστως διὰ τοῦ εἰπεῖν, ὀλίγου χρόνου παρελθόντος καὶ σχολάσαντας ταῖς προσευχαῖς καὶ νηστείαις κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν, ὁ δὲ Μέγας Βασίλειος ὡρισμένως· φησὶ γάρ, περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, οἱ πατέρες δῆλον ὅτι, ὃν καὶ ἐπὶ τῶν διγάμων ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη. ∆έδεικται τοίνυν ἐκ τῶν ῥηθέντων ὡς ὑπὸ τὸ πταιστὸν γεγονυῖα ἡ διγαμία εἰλήφει τὸ ἐπιτίμιον. διὰ τοῦτο γὰρ καὶ οἱ τῆς ἐν Νεοκαι σαρείᾳ συνόδου ἅγιοι πατέρες ἀπεῖρξαν καὶ τοῦ ἑστιαθῆναι πρεσβύτερον εἰς διγαμοῦντος γάμον, λέγοντες· ἐπεὶ μετάνοιαν αἰτοῦντος τοῦ διγαμοῦντος, τίς ἔσται ὁ πρεσβύτερος ὁ διὰ τῆς ἑστιάσεως συγκατατιθέμενος τοῖς γάμοις; τί οὖν τὸ συμπεραινόμενον ἐξ ἀναγκαίου; ὅτι ὁ μὲν πρῶτος γάμος ὡς κυρίως ὢν νόμος εἰκότως ἐστεφάνωται ὑπὸ τῆς ἱερωσύνης ὡς ἀνέπαφος, ὡς ἄρρυπος, ὡς ἀνάλωτος πορνικῷ πάθει καὶ διὰ τοῦτο ὡς νικητὴς τῆς ἁμαρτίας κατεστεμμένος. ἐφ' ᾧ ἕπεται καὶ ἡ τῶν ἁγιασμάτων μετάληψις, καὶ ἡ τοῦ στεφανώσαντος καὶ παντὸς ἄλλου ἱερατικοῦ ἐν τῷ τοιούτῳ γάμῳ ἑστίασις. καθὰ καὶ ὁ Κύριος καὶ θεὸς ἡμῶν ἐν Κανᾷ τῆς Γαλιλαίας ἠξίωσεν ἀριστῆσαι, διὰ τῆς ἐκεῖσε ἑστιάσεως πάντα γαμικὸν ἄριστον κατευλογήσας. ἀλλὰ καὶ τῆς στεφανικῆς ἁρμογῆς αὐτὸς προλαβὼν τὴν εὐλογίαν ἔθετο ἐπὶ τοῦ ἀρχιπάτορος ἡμῶν Ἀδάμ· πῶς; καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτήν. Αὕτη οὖν ἡ εὐλογία τῆς γαμικῆς συναφείας, ἀφ' ἧς πᾶσα εὐλογιστία μονογαμικῆς συζεύξεως· ἐπεὶ καὶ μονόγαμος Ἀδάμ. ἐπιτηρητέον δὲ ὅτι καὶ ἡ στεφανικὴ ἐπίκλησις ἐκεῖθεν ὥρμηται, τὴν τοῦ πρώτου ἀνθρώπου διάπλασιν καὶ πρὸς τὴν ἐκ πλευρᾶς αὐτοῦ γυναῖκα σύζευξιν ὑπομνηματίζουσα. ὁ δὲ δεύτερος γάμος, εἰ καὶ συγκεχώρηται, ἀλλ' ἐπιτετίμηται. πῶς γὰρ ἂν καὶ εἴη στεφανώσεως ἄξιος, ἡττηθεὶς ἀλλ' οὐ νικήσας; τίς δὲ καὶ ὁ στεφανώσων τοῦτον πρε σβύτερος, ὃς καὶ τὸ ἁπλῶς ἑστιαθῆναι ἐν τῷ κατ' αὐτὸν ἀρίστῳ πατρικῶς κεκώλυται; πῶς δὲ καὶ μεθέξει τῆς θείας κοινωνίας ὁ δι' αὐτὸ τοῦτο εἰργόμενος χρόνῳ ἑνὶ καὶ δυσὶ τῶν ἁγιασμάτων; τίνος δὲ ἢ οἵας τῆς εὐλογητικῆς προσευχῆς γινομένης ἐπὶ τῆς συναφείας αὐτοῦ, μὴ οὔσης ἄλλης παρὰ τὴν μίαν τῆς μονογαμικῆς καὶ πρώτης; Συνῆκται οὖν ἐκ πάντων γραφικῶς τε καὶ πατρικῶς ἀμέτοχον εἶναι στεφανώματος τὴν δευτερογαμίαν, διὰ τοῦτο οὐδὲ ὑπὸ τοῦ ἱερέως ζευγνυμένην, ἀλλὰ μὴν οὐδὲ παραδεδομένην, τότε δὲ προσδεδεγμένην, ὁπηνίκα εἴη πλήρωσις τοῦ ὁπωσοῦν κατὰ ἱερατικὴν δοκιμασίαν δοθέντος ἐπιτιμίου· μεθ' ἣν ἕξει καὶ τῶν θείων δώρων τὴν μετάληψιν, ἐντεῦθεν εὐλογουμένους αὐτοὺς οἱονεὶ ὡς ἐπὶ στεφανώματος, κατὰ δεύτερον λόγον μετὰ συγχώρησιν. εὐλογία γὰρ τὸ δῶρον τηνικαῦτα καὶ συναφείας παρὰ τοῦ ἱερέως δεῖγμα, ἔκτοτε μὴ κεκωλυμένου αὐτῷ συνεστιαθῆναι τοῖς διγαμήσασιν ὡς ἐπὶ τῶν μονογάμων. καὶ οὕτω νόμῳ ὁρμᾶται συγχωρητικῷ ἡ διγαμία κατὰ τὸν ἀπόστολον, γινώσκουσα τὰ δευτερεῖα ἔχειν τῆς μονογαμίας καὶ μὴ ἀλόγως τῆς πρώτης ἐπιζητοῦσα τὰ δικαιώματα, ἅπερ προαπήλαυκεν. Φαίης δ' ἄν·