1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

69

μεταθέμενον δὲ εἰς Ἀρειανισμόν, χαριζόμενον Θευδερίχῳ ἀρειανίζοντι, ἀπέτεμεν αὐτὸν ξίφει εἰπών· "εἰ τῷ θεῷ πίστιν οὐκ ἐφύλαξας, οὐδὲ ἐμοὶ φυλάξεις." Παλλαδίου δὲ τοῦ ἐπισκόπου Ἀντιοχείας τελευτήσαντος, Φλαβιανὸν πρεσβύτερον καὶ ἀποκρισιάριον τῆς ἐκκλησίας Ἀντιοχέων ὁ βασιλεὺς ἐψηφίσατο. φασὶ δὲ Φλαβιανὸν τοῖς ἐν Χαλκηδόνι δόγμασιν ἀντικεῖσθαι. Ὀλύμπιος δέ τις Ἀρειανὸς ἐν τῷ Ἑλενιανῶν βαλανείῳ λουόμενος, δεινῶς βλασφημήσας ἐλεεινῶς ἐν τῇ νεροφόρῳ τέθνηκεν· ὅπερ ἐν εἰκόνι ἐγράφη. Εὐτυχιανὸς δέ τις πρῶτος τῶν διαιταρίων δώροις πεισθεὶς ὑπὸ τῶν Ἀρειανῶν τὴν ἀνατεθεῖσαν εἰκόνα τοῦ Ὀλυμπίου καθεῖλεν· καὶ ἐξετάκη δεινῶς τὸ σῶμα ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἀπέθανεν. Κόσμου ἔτη εϠϟβʹ. Τῆς θείας σαρκώσεως ἔτη υϟβʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. θʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. εʹ. Ῥώμης ἐπίσκοπος Ἀναστάσιος ἔτη δʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει Φῆστος, συγκλητικὸς Ῥώμης, ἀποσταλεὶς πρὸς Ἀναστάσιον διά τινας χρείας πολιτικὰς τὰς μνήμας τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου πανηγυρικώτερον ἐπιτελεῖσθαι ᾐτήσατο, ὃ καὶ κρατεῖ μέχρι νῦν. Μακεδόνιος δὲ πρὸς Ἀναστάσιον, ἐπίσκο143 πον Ῥώμης, συνοδικὰ διὰ Φήστου πέμψαι βουληθεὶς ἐκωλύθη παρὰ τοῦ βασιλέως. ιʹ. ϛʹ. δʹ. εʹ. ϛʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει Φῆστος ἀπερχόμενος ἐν Ῥώμῃ συνέθετο τῷ βασιλεῖ Ἀναστασίῳ πείθειν Ἀναστάσιον τὸν πάπαν δέξασθαι τὸ ἑνωτικὸν Ζήνωνος. τοῦτον δὲ οὐ κατέλαβε ζῶντα. ὑποφθείρας δὲ διὰ χρημάτων πολλοὺς ψηφίζεται παρὰ τὸ ἔθος Ῥωμαίων ἐπίσκοπον Λαυρέντιόν τινα, ὃς καὶ ἐχειροτονήθη ὑπὸ τοῦ ἑνὸς μέρους. οἱ δὲ ὀρθοδοξότεροι διαιρεθέντες χειροτονοῦσι Σύμμαχον ἕνα ὄντα τῶν διακόνων. ἔνθεν λοιπὸν ἀταξίαι πολλαὶ καὶ φόνοι καὶ ἁρπαγαὶ γεγόνασιν ἐπὶ τρία ἔτη, ἕως οὗ Θευδέριχος ὁ Ἄφρος κρατῶν τηνικαῦτα Ῥώμης, καίπερ Ἀρειανὸς ὤν, σύνοδον κροτήσας τοπικήν, Σύμμαχον μὲν ἐπίσκοπον Ῥώμης ἐκύρωσεν, Λαυρέντιον δὲ εἰς Νοκέρειαν τὴν πόλιν ἐπισκοπεῖν προσέταξεν. ὁ δὲ μὴ ἡσυχάσας, ἀλλὰ στάσεις κινῶν ὑπὸ Συμμάχου καθαιρεῖται καὶ εἰς ἐξορίαν πέμπεται. καὶ οὕτω κατεπαύθη ἡ στάσις. Τῷ δ' αὐτῷ ἔτει Ἀναστάσιος ἀνέστειλε τὸ χρυσάργυρον καὶ τὰ κυνήγια καὶ τὰς ἀρχὰς ὠνίους οὔσας δωρεὰν προεβάλλετο. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ιαʹ. ζʹ. αʹ. ϛʹ. ζʹ. εʹ. γʹ. Τούτῳ τῷ ἔτει γέγονε πάλιν Σαρακηνῶν ἐπιδρομὴ ἔν τε Φοινίκῃ καὶ Συρίᾳ καὶ Παλαιστίνῃ, μετὰ τὴν Ὠγάρου τελευτὴν Βαδιχαρίμου, τοῦ ἀδελφοῦ αὐτοῦ, δίκην θυέλλης ἐπιδραμόντος τοῖς τόποις, καὶ ὀξύτερον, ἤπερ ἐπέδραμεν, μετὰ τὴν λείαν ἐπαναδραμόντος, ὥστε μηδὲ ἐπιδιώξαντα Ῥωμανὸν καταλαβεῖν τοὺς ἐχθρούς. Τῷ δ' αὐτῷ ἔτει καὶ οἱ καλούμενοι Βούλγαροι τῷ Ἰλλυρικῷ καὶ Θρᾴκῃ ἐπιτρέχουσι καὶ ἐπανατρέχουσι πρὶν γνωσθῆναι αὐτούς. 144 Ἱεροσολύμων ἐπίσκοπος ναʹ Σαλούστιος ἔτη ηʹ. ιβʹ. ηʹ. βʹ. ζʹ. αʹ. ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει σπένδεται πρὸς Ἀρέθαν Ἀναστάσιος, τὸν Βαδιχαρίμου καὶ Ὠγάρου πατέρα, τὸν τῆς Θαλαβάνης λεγόμενον, καὶ λοιπὸν πᾶσα ἡ Παλαιστίνη καὶ Ἀραβία καὶ Φοινίκη πολλῆς γαλήνης καὶ εἰρήνης ἀπήλαυον. ἐν Νεοκαισαρείᾳ δὲ μέλλοντος γίνεσθαι σεισμοῦ, στρατιώτης ὁδεύων ὡς δύο στρατιώτας ἐπ' αὐτὴν εἶδε καὶ ὄπισθεν ἄλλον κράζοντα· "φυλάξατε τὸν οἶκον, ἐν ᾧ ἡ θήκη Γρηγορίου ἐστίν." γενομένου δὲ τοῦ σεισμοῦ, τὸ πλεῖστον μέρος τῆς πόλεως ἐπτώθη πλὴν τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ. Κόσμου ἔτη εϠϟϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υϟϛʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιγʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. θʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. εʹ. Τούτῳ τῷ