οὐ νόθους τὰ ἔνδον λευκαῖς καὶ ἀπεριέργοις ἁρμοδιώτατον ἐσθήσεσι χρῆσθαι. 2.10βις.108.2 Σαφῶς γοῦν καὶ καθαρῶς ∆ανιὴλ ὁ προφήτης ἐτέθησαν, φησί, θρόνοι καὶ ἐκάθισεν ἐπ' αὐτῶν ὡσεὶ παλαιὸς ἡμερῶν, καὶ τὸ ἔνδυμα 2.10βις.108.3 αὐτοῦ ὡσεὶ χιὼν λευκόν. Τοιαύτῃ χρώμενον στολῇ τὸν κύριον ἐν ὁράματι θεωρεῖ· καὶ ἡ Ἀποκάλυψίς φησιν· Εἶδον τὰς ψυχὰς τῶν μεμαρτυρηκότων ὑποκάτω τοῦ θυσιαστηρίου· καὶ ἐδόθη ἑκάστῳ 2.10βις.108.4 στολὴ λευκή. Εἰ δὲ καὶ ἄλλο τι δέοι χρῶμα ζητεῖν, τὸ αὐτοφυὲς τῆς ἀληθείας ἀπόχρη βάμμα, αἱ δὲ τοῖς ἄνθεσιν ἐοικυῖαι ἐσθῆτες βακχικοῖς καὶ τελεστικοῖς καταλειπτέαι λήροις, πρὸς δὲ καὶ ἡ πορφύρα καὶ τὰ ἀργυρώματα, ὥς φησιν ὁ κωμικός, εἰς τοὺς τραγῳδοὺς χρήσιμα καὶ οὐκ εἰς τὸν βίον, τὸν δὲ ἡμέτερον βίον 2.10βις.108.5 πάντα μᾶλλον ἢ πομπὴν εἶναι χρεών. Βάμμα γοῦν Σαρδιανικὸν καὶ ἄλλο ὀμφάκινον καὶ χλωρὸν ἕτερον ῥοδομιγές τε καὶ κοκκοβαφὲς καὶ ἄλλα μυρία διὰ σπουδῆς βάμματα ἐπινενόηται ταῖς ἐξώλοις ἡδυπαθείαις. 2.10βις.109.1 Ὄψεως, οὐ σκέπης ἡ ἐσθὴς αὕτη. Τά τε χρυσῷ πεποικιλμένα καὶ τὰ ἁλουργοβαφῆ καὶ ζῳωτά-προσήνεμόν γέ τι τρύφημα τουτοΐ-τόν τε μυροβαφῆ ἐκεῖνον κροκωτὸν καὶ τῶν ὑμενίνων τῶν περιόπτων τὰ πολυτελῆ καὶ ποικίλα ἱμάτια, ἔχοντα ζῴδια 2.10βις.109.2 ἐν τῇ πορφύρᾳ, αὐτῇ τέχνῃ χαίρειν ἐατέον. Τί γὰρ ἂν φρόνιμον γυναῖκες ἐργάσαιντο ἢ λαμπρόν, αἳ καθήμεθα, φησὶν ἡ κωμῳδία, ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι; 2.10βις.109.3 Παραινεῖ δὲ διαρρήδην ὁ παιδαγωγός· Ἐν περιβολῇ ἱματίου οὐ μὴ καυχήσῃ, μηδὲ ἐπαίρου ἐν δόξῃ πάσῃ ἀπαραμόνῳ οὔσῃ. Ἐπισκώπτων γοῦν τοὺς τοῖς μαλακοῖς ἠμφιεσμένους ἱματίοις ἐν τῷ εὐαγγελίῳ λέγει· Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ ἐν τρυφῇ διάγοντες ἐν τοῖς βασιλείοις εἰσί, τοῖς ἐπιγείοις βασιλείοις λέγει, τοῖς φθαρτοῖς, ἔνθα δοξοκαλία καὶ δοξοκοπία καὶ κολακεία καὶ πλάνη· οἱ δὲ τὴν οὐράνιον θεραπεύοντες αὐλὴν περὶ τὸν πάντων βασιλέα τὴν ἀκήρατον τῆς ψυχῆς ἐσθῆτα, τὴν σάρκα, ἁγιάζονται, καὶ ταύτῃ 2.10βις.109.4 ἐπενδύονται ἀφθαρσίαν. Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. 2.10βις.110.1 Ταύτῃ καὶ τὸν Κεῖον ἀποδέχομαι σοφιστὴν τὰς ἐοικυίας καὶ καταλλήλους ἀρετῆς καὶ κακίας εἰκόνας ὑπογράφοντα· τὴν μὲν αὐταῖν ἀφελῶς ἱσταμένην ἐποίησε καὶ λευχείμονα καὶ καθάριον, τὴν ἀρετήν, αἰδοῖ μόνῃ κεκοσμημένην τοιαύτην εἶναι χρὴ τὴν πίστιν, ἐνάρετον μετ' αἰδοῦς-, θατέραν δὲ τοὐναντίον εἰσάγει, τὴν κακίαν, περιττῇ μὲν ἐσθῆτι ἠμφιεσμένην, ἀλλοτρίῳ δὲ χρώματι γεγανωμένην· καὶ ἡ κίνησις αὐτῆς καὶ ἡ σχέσις πρὸς τὸ ἐπιτερπὲς ἐπιτηδευομένη ταῖς μαχλώσαις ἔκκειται σκιαγραφία γυναιξίν. 2.10βις.110.2 Πρὸς οὐδεμίαν δὲ ὅλως ὁ ἑπόμενος τῷ λόγῳ αἰσχρὰν ἡδονὴν οἰκειώσεται· διὸ καὶ τῆς ἐσθῆτος τὸ χρειῶδες προκριτέον. Κἂν ὁ λόγος τοῦτο ψάλλῃ διὰ ∆αβὶδ περὶ τοῦ κυρίου λέγων· εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ καὶ κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, οὐκ ἐσθῆτα τὴν τρυφητικὴν μεμήνυκεν, ἀλλὰ τὸν ἐκ πίστεως συνυφασμένον ἀκήρατον τῶν ἠλεημένων κόσμον τῆς ἐκκλησίας δεδήλωκεν, ἐν ᾗ ὁ ἄδολος Ἰησοῦς ὡς χρυσὸς διαπρέπει, καὶ οἱ κροσσοί, οἱ ἐκλεκτοί, οἱ χρυσοῖ. 2.10βις.111.1 Εἰ δὲ καὶ ὑφεῖναι χρὴ τοῦ τόνου διὰ τὰς γυναῖκας, λείαν τὴν ἐσθῆτα καὶ προσηνῆ πρὸς τὴν ἁφὴν ἐξυφαντέον, οὐχὶ δὲ καθάπερ τὰς γραφὰς πρὸς τὸ τερπνὸν τῆς ὄψεως ἐξανθιστέον· ἐξίτηλος μὲν γὰρ ἡ