1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

70

δεσποτῶν πάσης τῆς ἐξ αὐτῶν μεθέξει τιμωρίας· καὶ διὰ τὴν ἄγνοιαν ταύτην τοῖς αὐτῶν βωμοῖς προσφθαρέντες καὶ αὐτῶν ἐκπληρωθέντες ὑπὸ τὴν αὐτῶν ἐξουσίαν γεγόνατε καὶ παντὶ τρόπῳ ὑβριζόμενοι τὰ σώματα ἀγνοεῖτε. εἰδέναι δὲ ὑμᾶς χρὴ ὅτι οὐδενὸς οἱ δαίμονες ἔχουσιν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τις αὐτοῖς ὁμοδίαιτος γένηται, ὁπότε οὐδὲ ὁ αὐτῶν ἄρχων παρὰ τὸν ὑπὸ τοῦ θεοῦ κατ' αὐτῶν κείμενον νόμον ποιεῖν τι δύ- ναται· διὸ ἐξουσίαν τινὸς οὐκ ἔχει μὴ προσκυνήσαντος αὐτόν· ἀλλ' οὐδὲ λαβεῖν τις παρ' αὐτῶν δύναταί τι ὧν θέλει, ἀλλ' οὐδὲ βλαβῆναι οὐδέν, ὡς ἐκεῖθεν δύνασθε μαθεῖν. Τῷ γὰρ τῆς εὐσεβείας ἡμῶν βασιλεῖ προσῆλθέν ποτε ὁ πρόσκαιρος βασι λεύς, οὐ βίαν ποιῶν (οὐ γὰρ ἐξῆν), ἀλλὰ προτρέπων καὶ ἀναπείθων, ὅτι τὸ πεισθῆναι ἐπὶ τῇ ἑκάστου κεῖται ἐξουσίᾳ. προσελθὼν οὖν, ὡς τῶν παρόν- των ὢν βασιλεὺς τῷ τῶν μελλόντων βασιλεῖ ἔφη· Πᾶσαι αἱ τοῦ νῦν κόσμου βασιλεῖαι ὑπόκεινται ἐμοί, ἔτι τε ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ πᾶσα ἡ τρυφὴ τοῦ κόσμου τούτου ὑπὸ ταῖς ἐμαῖς ἐστιν ἐξουσίαις· διὸ πεσὼν προσκύνησόν μοι, καὶ δώσω σοι πάντα ταῦτα. ταῦτα δὲ ἔλεγεν εἰδὼς ὅτι μετὰ τοῦ προσκυ- νῆσαι καὶ τὴν κατ' αὐτοῦ εἶχεν ἐξουσίαν καὶ οὕτως τῆς μελλούσης δόξης καὶ βασιλείας αὐτὸν ἀφῄρει. καὶ πάντα εἰδὼς οὐ μόνον αὐτὸν οὐ προσ- εκύνησεν, ἀλλ' οὐδὲ τῶν ὑπ' αὐτοῦ δεδομένων λαβεῖν τι ἠθέλησεν· ἑαυτὸν γὰρ σὺν τοῖς ἑαυτοῦ κατενεχύραζεν, ὅπερ ἐστὶν μὴ ἐξεῖναι τοῦ λοιποῦ τῶν αὐτῷ ἀποδοθέντων μηδὲ ψαῦσαι ἔτι. ἀποκρινάμενος οὖν ἔφη· «Γέγραπται· Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις μόνῳ». πλὴν ὁ τῶν ἀσεβῶν βασιλεὺς κατὰ πολλὰ τὸν τῶν εὐσεβῶν βασιλέα πρὸς τὸ ἑαυτοῦ βούλημα παράγειν πειρώμενος καὶ μὴ δυνηθεὶς ἐπαύσατο, πρὸς τὰ λοιπὰ τῆς πολιτείας θηρεύειν αὐτὸν ἐπιχειρῶν. ὑμεῖς δὲ τὸν προορισθέντα νόμον ἀγνοοῦντες διὰ τῶν κακῶν πράξεων ὑπὸ τὴν ἐξου- σίαν αὐτοῦ ἐγένεσθε, διὸ σῶμα καὶ ψυχὴν ἐμιάνθητε καὶ ἐν μὲν τῷ παρόντι ὑπό τε παθῶν καὶ δαιμόνων ἐνυβρίζεσθε, ἐν δὲ τοῖς μέλλουσιν τὰς ψυχὰς κολασθησομένας ἕξετε. τοῦτο δὲ οὐχ ὑμεῖς μόνοι ὑπὸ ἀγνοίας πεπόνθατε, ἀλλὰ καί τινες τοῦ ἡμετέρου ἔθνους, οἵτινες ἐπὶ κακαῖς πράξεσιν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος προληφθέντες, ἔπειτα ὥσπερ ἐπὶ δεῖπνον ὑπὸ πατρὸς υἱῷ τελοῦντος γάμους κληθέντες οὐχ ὑπήκουσαν. ἀντὶ δὲ τῶν ἀπειθησάντων διὰ τὴν πρόληψιν ὁ τοὺς γάμους τῷ υἱῷ τελῶν πατὴρ διὰ τοῦ προφήτου τῆς ἀληθείας ἐκέλευσεν ἡμῖν εἰς τὰς διεξ- όδους τῶν ὁδῶν ἐλθοῦσιν (ὅ ἐστιν πρὸς ὑμᾶς) καθαρὸν ἔνδυμα γάμου περιβαλεῖν (ὅπερ ἐστὶν βάπτισμα, ὃ εἰς ἄφεσιν γίνεται τῶν πεπραγμένων ὑμῖν κακῶν) καὶ τοὺς ἀγαθοὺς εἰς τὸ θεοῦ δεῖπνον εἰσάγειν ἐκ τῆς με- ταμελείας, εἰ καὶ τὴν ἀρχὴν ἀπελείφθησαν τῆς εὐωχίας. ἔνδυμα οὖν εἰ βούλεσθε γενέσθαι θείου πνεύματος, σπουδάσατε πρῶτον ἐκδύσα- σθαι τὸ ·υπαρὸν ὑμῶν προκάλυμμα (ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα) καὶ μιαρὸν περίβλημα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε, καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀιδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε μήτε τραπέζης αὐτοῖς κοινωνεῖτε μιαρᾶς, μὴ