70
λαμβάνει τὴν τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ.» ∆ιὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου δίδοται ἡ τοιαύτη ἀξία. Ὁ δὲ μὴ ἐγχειρισθεὶς ταύτην, ἀλλ' ἁρπά σας αὐτὴν ἑαυτῷ, τὴν τιμωρίαν τοῦ Ὀζία ὑποστήσεται. Ἀλλ' οὔτε τοῖς λοιποῖς κληρικοῖς ἐπιτρέπομεν βαπτίζειν, οἷον ἀναγνώσταις ἢ ψάλταις ἢ πυλωροῖς ἢ ὑπηρέταις, ἀλλ' ἢ μόνοις ἐπισκόποις καὶ πρεσβυτέροις, ἐξυπηρετουμένων αὐτοῖς τῶν διακόνων. Oἱ δὲ τολμῶντες τοῦτο τῶν Κορειτῶν ὑποίσουσι τὴν δίκην. Oὐκ ἐπιτρέ πομεν δὲ πρεσβυτέροις χειροτονεῖν διακόνους ἢ διακονίσσας ἢ ἀναγνώστας ἢ ὑπηρέτας ἢ ᾠδοὺς ἢ πυλωρούς, ἀλλὰ μόνοις τοῖς ἐπισκόποις· αὕτη γάρ ἐστι τάξις ἐκκλησιαστικὴ καὶ ἁρμονία. Περὶ δὲ φθόνου ἢ ζήλου ἢ καταλαλιᾶς ἢ ἔριδος ἢ φιλονεικίας προείρηται ὑμῖν, ὅτι ταῦτα Χριστιανοῦ ἀλλότρια, καὶ μάλιστα ἐπὶ χηρῶν. Ἐπειδὴ δὲ ὁ ἐνεργῶν διάβολος πολύτροπος καὶ πολυποικίλος ὑπάρχων εἰς τὰς μὴ χήρας ἐμπομπεύει, ὡς καί ποτε εἰς τὸν Κάϊν· ἔνιαι γὰρ λέγουσιν εἶναι χῆραι, τὰ δὲ τῆς χηρείας ἄξια παραγγέλματα οὐ ποιοῦσιν, ὡς οὐδὲ ὁ Κάϊν τὰ ἀδελφικὰ δικαιώματα· ἀγνοοῦσιν γάρ, ὡς οὐ τὸ ὄνομα τῆς χηρείας εἰς βασιλείαν αὐτὰς εἰσάξει, ἀλλ' ἡ ἀληθὴς πίστις καὶ τὰ ὅσια ἔργα· εἰ δέ τις τὸ μὲν ὄνομα τῆς χηρείας κέκτηται, ἐπιτελεῖ δὲ τὰ τοῦ ἀντικειμένου ἐπιτηδεύματα, ἡ μὲν χηρεία αὐτῆς οὐ λογισθήσεται, ἐξω σθεῖσα δὲ τῆς βασιλείας αἰωνίᾳ κολάσει παραδοθήσεται. Ἀκούομεν γάρ τινας χήρας ζηλοτύπους, φθονεράς, διαβό λους, βασκαινούσας ταῖς ἑτέρων ἀνέσεσιν· αἱ δὲ τοιαῦται οὐκ εἰσὶν τοῦ Χριστοῦ οὐδὲ τῆς ἐκείνου διδασκαλίας μαθήτριαι. ∆έον γὰρ αὐτάς, ἐνδυθείσης αὐτῶν συγχήρας ὑπό τινος ἢ λαβούσης ἀργύρια ἢ τροφὴν ἢ πόμα ἢ ὑπόδεσιν, θεασαμένας τὴν ἀδελφὴν αὐτῶν ἀναψύξασαν εἰπεῖν· Eὐλογητὸς ὁ Θεὸς ὁ ἀναψύξας μου τὴν συγχήραν· εὐλόγησον, Κύριε, καὶ δόξασον τὸν διακονήσαντα αὐτῇ, καὶ τὸ ἔργον αὐτοῦ ἀναβαίη ἐν ἀληθείᾳ πρὸς σέ, καὶ μνησθήσῃ αὐτοῦ εἰς ἀγαθὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτοῦ· καὶ τὸν ἐπίσκοπόν μου τὸν καλῶς σοι λειτουργήσαντα καὶ διδάξαντα εὔκαιρον ἐλεημοσύνην γυμνῇ οὔσῃ τῇ συγγήρῳ μου γενέσθαι, προσθείης αὐτῷ δόξαν καὶ δώῃς αὐτῷ στέφανον καυχήσεως ἐν ἡμέρᾳ ἀποκαλύψεως ἐπισκοπῆς σου. Ὁμοίως καὶ ἡ λαβοῦσα χήρα τὸ ἔλεος συμπροσευχέσθω τῷ διδόντι αὐτῇ τὴν διακονίαν. Ἡ μέντοι εὖ ποιοῦσα ἀποκρυψάτω τὸ οἰκεῖον ὄνομα ὡς σοφή, μὴ σαλπίζουσα ἔμπροσθεν αὐτῆς, ἵνα γένη