1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

70

δὲ ὄντας 4.2.7 τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς; οὕτω δὲ τὸ πᾶν οὐ θεῖον οὐδὲ ἀνθρωπίνης ἐπινοίας κρεῖττον ἦν, ὥστε κἀν ταῖς μεγίσταις συμφοραῖς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν 4.2.8 ὑπομεῖναι. ποῦ γάρ σοι τὸ ἐν ∆ελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος, ὁ Κλάριος; ποῦ καὶ ὁ ∆ωδωναῖος; τὸ μέν γε ∆ελφικὸν χρηστήριον τρίτον ὑπὸ Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ' οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. ταὐτὸν δὲ παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ' οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα,τὸ ἐν αὐταῖς Ὀλυμπίασι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσιν· καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου ∆ιὸς ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι τό τε ἐν Ἀλεξανδρείᾳ Σαραπεῖον ὁμοίως 4.2.9 καταφλεχθῆναι. καὶ τούτων παρ' αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. μακρὸς δ' ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ' ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυνατοὶ πεφώρανται· οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ' ἄν ποτε κἂν ἄλλοις ἐπαρκέ4.2.10 σειαν. ἓν δέ τι προσθεὶς τοῖς εἰρημένοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ' ἡμᾶς αὐτούς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βασάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν πᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πᾶν εἶναι ὁμολογήσαντες· οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας 4.2.11 ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο. διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες πάντα λόγον <ἀν>εκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπερριμμένων καὶ ἀφανῶν τινάς· οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα καὶ τὴν ἄλλην ὀφρὺν ἀνεσπακότων, οἱ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ' ἡμῶν ὕβρεσιν ἐν τῷ καθ' ἡμᾶς διωγμῷ λαμπρυνάμενοι. ἴσμεν δὲ καὶ τὸν φιλό σοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα. 4.2.12 Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι μηδὲ μὴν δαίμονας τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους, πλάνην δὲ καὶ 4.2.13 ἀπάτην ἀνδρῶν γοήτων. καὶ ἦσάν γε παρ' αὐτοῖς Ἕλλησιν αἵδε φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προϊστάμεναι τῆς δόξης, ὡς οἱ ἀπὸ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες, οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσιν μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν 4.2.14 ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν. μυρίων δὲ ὄντων καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων, ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. γράφει δ' οὖν ὁ συγγραφεὺς πρὸς αὐτόν, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην καὶ ὅτι ἐν τοῖς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται καὶ ὅτι σπανίως αὐτοῖς ἐκ