Ἰωνικόν, ἔστι μὲν ὅμοιον τῷ ἐπεπλέχατο καὶ τοῖς ὁμοίοις, δηλοῖ δὲ τὸ ἐτέταντο. Καὶ ἔστι σχῆμα δεινὸν καί, ὡς εἰπεῖν, τεράστιον, καταχάσκοντες δειρῇς κυάνεοι δράκοντες. ὡς γὰρ ἐπὶ ἁρπαγῇ ἔχασκον συντεινόμενοι. ἐοίκασι δὲ καὶ ἐπικυρτοῦσθαι τοὺς αὐχένας οἱ τοιοῦτοι δράκοντες κατά τινα κυκλικὴν καμπήν. (ῃ. 27) ∆ιὸ καὶ ἴριδι ἕκαστος αὐτῶν ἔοικε τοῦτό γε. οὐ γὰρ δήπου κατὰ τὸ χρῶμα. κυάνεοι γὰρ αὐτοί, ἡ δὲ ἶρις οὐ τοιαύτη, ὡς εἴρηται. Ἧς νῦν ἡ ἄρχουσα συνέσταλται, πρὸς διαστολὴν ἴσως τῆς μυθικῆς ἀγγέλου Ἴριδος, ἐκείνης γὰρ τὸ κατάρχον ˉι ἐκτείνεται. [Τοῦτο δὲ διὰ τὸ δίσημον γίνεται τῶν διχρόνων. διὸ ἐν τῷ «ἴρισιν ἐοικότες» ἡ μὲν ἄρχουσα συνέσταλται, ἡ δὲ μετ' αὐτὴν δευτέρα ἐκτείνεται μεταθέσει χρόνου, ὁποία τις γίνεται καὶ ἐν τῷ Κρονίων Κρονίονος. τινὲς μέντοι τὴν παραλήγουσαν τοῦ «ἴρισι» θέσει μακρὰν ποιοῦσι, διπλάζοντες ἐνταῦθα τὸ σίγμα.] (ῃ. 28) Τὸ δὲ «τέρας μερόπων ἀνθρώπων» οὐ συνήθως πέφρασται. ∆ιὸς μὲν γὰρ τέρας αἱ ἴριδες ὀρθῶς ἂν ῥηθεῖεν, ἀνθρώπων δὲ οὐκ ἄν. μάλιστα δὲ ἀντιπτωτικῶς τέρας ἀνθρώποις εἰσίν. [(ῃ. 26) Ἐν τούτοις δὲ προσθετέον εἰπεῖν καί, ὡς ἡ ˉπˉοˉτˉι πρόθεσις ποτὲ μὲν φωνήεντος ἐπαγομένου ἐκθλίβει ἀναλόγως τὸ ˉι, ὡς δῆλον ἐκ τοῦ ποταίνιον, τοῦ ἀλλαχοῦ ῥηθέντος, καὶ ἐκ τοῦ πότωπον, τὸ πρόσωπον, ποτὲ δὲ καὶ συμφώνου ἐπιφερομένου τὸ αὐτὸ πάσχει, ὡς δηλοῦται ἐν τῷ «πὸτ τῶ ∆ιός», ὅ ἐστι πρὸς τοῦ ∆ιός.] Καὶ τοιοῦτος μὲν ὁ θώραξ τῷ βασιλεῖ, ἄλλως μὲν ἐν τῇ βῆτα ῥαψῳδίᾳ σεμνότερον διασκευασθέντι, ἐνταῦθα δὲ καινότερον ὡπλισμένῳ. (ῃ. 29-31) Τὸ δὲ ξίφος αὐτὸ μὲν ἥλοις χρυσέοις παμφαίνει. Τὸ δὲ κουλεὸν ἦν «ἀργύρεον, χρυσέοισιν 3.144 ἀορτήρεσσιν ἀρηρός», ὅ ἐστι χρυσοῦς ἔχον ἀορτῆρας, ἤγουν ἀναφορεῖς, καὶ ὡς ἄν τις εἴπῃ δημοτευόμενος, βαστάγια ἢ κρεμαστῆρας, ἀπὸ τοῦ ἀείρω. ἐξ οὗ καὶ πήρας ἀορτήρ. (ῃ. 32) Τὴν δὲ ἀσπίδα τοῦ βασιλέως ἀμφιβρότην λέγει, πολυδαίδαλον, θοῦριν, καλήν. Ἔνθα σημείωσαι ὅτι τε, ὥσπερ ἀλλαχοῦ θοῦρις ἀλκή ἡ θοῦρόν τινα ποιοῦσα, ὅ ἐστιν ὁρμητίαν, οὕτω καὶ ἀσπὶς θοῦρις, καθὰ καὶ «θοὸς ζυγὸς εἰρεσίας» παρὰ Σοφοκλεῖ ὁ μὴ αὐτὸς ὢν ταχύς, ἀλλ' αἴτιος τοῦ ἐπιταχύνεσθαι νῆα κωπηλάταις. (ῃ. 33) Καὶ ὅτι τὸ «καλήν» ἐφερμηνευτικόν ἐστι τοῦ πολυδαίδαλον. τὸ γὰρ πολυδαίδαλον εἴη ἂν καὶ καλόν. Τὰ δ' ἐφεξῆς διεξοδικώτερον δηλοῦσι κατὰ διασκευήν, πῶς καὶ πολυδαίδαλος ἦν καὶ καλὴ ἡ ἀσπίς. (ῃ. 33-5) Φησὶ γὰρ «ἣν πέρι μέν», ἤγουν περὶ ἣν δή, «κύκλοι δέκα χάλκεοι ἦσαν, ἐν δέ οἱ ὀμφαλοί», ὅ ἐστι βοῦλλαι, «ἦσαν ἐείκοσι κασσιτέροιο λευκοί, ἐν δὲ μέσσοισιν ἔην μέλανος κυάνοιο», ὀμφαλὸς δηλαδή. Ταῦτα δὲ μίμημα τοῦ κόσμου εἶναί φασιν οἱ περὶ τὸν Κράτητα. ∆ιὸ πολυδαίδαλός τε εἴρηται διὰ τὴν τῶν κοσμικῶν εἰδῶν ποικιλίαν καὶ τὴν τῶν χρόνων καὶ τῶν καιρῶν, καὶ ἀμφιβρότη δέ, ἐπεὶ τοὺς βροτοὺς περιείληφεν. οἱ δὲ κύκλοι δηλοῦσι τούς τε παραλλήλους, τὸν ἀρκτικόν, τὸν θερινὸν τροπικόν, τὸν ἰσημερινόν, τὸν χειμερινὸν τροπικὸν καὶ τὸν ἀνταρκτικόν, καὶ τοὺς ἀνακεκραμένους κολούρους, καὶ τοὺς δύο λοξούς, τὸν γαλαξίαν καὶ τὸν ζῳδιακόν, ναὶ μὴν καὶ τὸν ὁρίζοντα, οὓς καὶ χαλκοῦς λέγει, ὡς καὶ τὸν οὐρανὸν χάλκεον. οἱ ὀμφαλοὶ δέ, φασί, τοὺς ἀστέρας αἰνίττονται. καὶ τοιαῦτα μὲν οἱ Ἀλληγορηταί, λέγοντες καὶ ὅτι καλῶς οὐρανοῦ φέρει μίμημα ἡ τοῦ βασιλέως ἀσπίς, ὃν φθάσας Ὅμηρος ὄμματα καὶ κεφαλὴν ἴκελον ἔφη τῷ Ὀλυμπίῳ ∆ιΐ. (ῃ. 36 ς.) Ὁ δέ γε ποιητὴς 3.145 τὰ ἑαυτοῦ ποιῶν λέγει περὶ τῆς ἀσπίδος καὶ ταῦτα «τῇ δ' ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο», ἤγουν κύκλῳ ἦν, «δεινὸν δερκομένη, περὶ δὲ ∆εῖμός τε Φόβος τε». ∆ηλοῖ δὲ διὰ τούτων συμβολικῶς τὸ κατὰ θέαν γοργὸν καὶ δέους ποιητικὸν καὶ φοβερὸν τοῦ ἥρωος, ὡς ἐν ἀλληγορίας λόγῳ, καθὰ καὶ ἐπὶ τῆς αἰγίδος τῆς Ἀθηνᾶς ἐποίησεν. Ἢ καὶ ἄλλως κατὰ τοὺς παλαιούς, τὸ γοργότητος καὶ φόβου πεπληρῶσθαι τὴν ἀσπίδα. Μυθικῶς γὰρ δαιμόνιά τινα ἡ Γοργὼ καὶ ὁ ∆εῖμος καὶ ὁ Φόβος, ἅπερ ὁ ποιητὴς περὶ τὴν ῥηθεῖσαν ἀσπίδα χορεύειν φησίν. Ἄρης οὖν αὐτόχρημα ὁ βασιλεύς, εἴγε καὶ αὐτὸν ὁ ∆εῖμος καὶ ὁ Φόβος, οἱ τοῦ Ἄρεος ὀπαδοί,