δηλοῖ ὡς εὐλόγως τὸ ἐκ τοῦ λιμένος ἀπαίρειν, ἀναβαίνειν καὶ ἀνέρχεσθαι ὡς ἑξῆς φανεῖται, καὶ ἀναπλέειν λέγεται. Τὸ δὲ ἤδη, ἀντὶ τοῦ νῦν. διὸ καὶ εὕρηταί που ἐκ παραλλήλου κείμενα τὸ, ἤδη νῦν. (ῃερς. 306.) Ὅτι ὁ παραινῶν τινὶ εἰσακουσθῆναι ἐφ' οἷς ὑποτίθεται, εἴποι ἂν τὸ, σοί δ' αὐτῷ μελέτω καὶ ἐμῶν ἐμπάζεο μύθων. τουτέστιν ἐπιστρέφου. ὁ δὲ παραινούμενος εἰς ἀγαθὸν, ἐρεῖ πρὸς τὸν παραινοῦντα, ὅτι ταῦτα φίλα φρονέων ἀγορεύεις ὥστε πατὴρ ᾧ παιδὶ καὶ οὔποτε λήσομαι αὐτῶν. (ῃερς. 310.) Ὅτι ὁ κατέχων τινὰ φίλον ἐπὶ ἀναπαύσει, εἴπῃ ἄν. ἄλλ' ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο. ὄφρα λοεσσάμενός τε, τεταρπόμενός τε φίλον κῆρ, ἀπέλθῃς χαίρων ἐνὶ θυμῷ. Καὶ ὅρα ὅτι τὸ ἐπειγόμενος, γενικῇ συνέταξεν ἐν τῷ, ἐπειγόμενός περ ὁδοῖο. προϊὼν δὲ, λιλαιόμενός περ ὁδοῖο φησὶν, ἐν τῷ, μή μ' ἔτι κατέρυκε λιλαιόμενόν περ ὁδοῖο. ὅπερ ἐρεῖ ὁ σπεύδων μὲν εἰς ὁδὸν, κωλυόμενος δὲ φιλικῶς. (ῃερς. 313.) Ὅτι ἐγκώμιον ἀγαθοῦ δώρου, τὸ εἰπεῖν, δῶρον ἔχων τιμῆεν, μάλα καλὸν, ὅ, τοι κειμήλιον ἔσται. οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι. καὶ παρακατιὼν δὲ, φησί. δῶρον μάλα καλὸν ἄξιον ἀμοιβῆς. (ῃερς. 314.) Ἰστέον δὲ ὅτι πρὸς ἀκρίβειαν ἐῤῥέθη τὸ, φίλοι ξεῖνοι. οὐ γὰρ πᾶς ξεῖνος, φίλος. καθὰ οὐδὲ πᾶς ἑταῖρος. ἀλλ' ὁ γνησίως ὑποδεχθείς. Ἰστέον δὲ ὅτι τὸ, δῶρον τιμῆεν μάλα καλὸν, οὕτω μετέβαλεν ὁ Θρᾷξ ∆ημοσθήνης. δῶρον, οὗ τὸ μὲν κεφάλαιον, τιμὴ ἔσται. καὶ αὐτὸ δὲ ἐφ' ἑαυτοῦ σοι ἴσως φανεῖται καλόν. (ῃερς. 321. σθθ.) Ὅτι ἐν τῷ ὄρνις ὡς ἀνόπαια διέπτατο Παλλὰς Ἀθήνη, τὸ μὲν ὄρνις, κοινόν ἐστιν ὄνομα. ∆ωριεὺς δὲ ἀνὴρ, ὄρνιξ ὄρνιχος κλίνει, ὡς καὶ Πίνδαρος δηλοῖ, τροπῇ ∆ωρικῇ τοῦ ˉσ εἰς ˉξ, ὁποία γίνεται καὶ ἐν τῷ ἁρπάσω ἁρπάξω καὶ τοῖς ὁμοίοις. Τὸ δὲ ἀνόπαια, εἶδός τινες ὀρνέου λέγουσιν ἀετώδους φήνῃ ἐοικότος. καὶ ὁ προσεχῶς δὲ εἰρημένος μεταβολεὺς ∆ημοσθένης, οὕτω τὴν λέξιν νοεῖ. παραφράσας ὅτι ᾤχετο ἡ Ἀθηνᾶ, δύο τούτοις ὅτι ἦν θεὸς σημήνασα. τῷ τε εἰς ὄρνιθα ἑαυτὴν μεταβαλοῦσα ἐξαίφνης ἀφανισθῆναι καὶ τῷ θάρσους ὑποπλησθῆναι τὸν Τηλέμαχον. οἱ δέ φασιν ὅτι διέπτατο ἀνόπαια ἤγουν ἀνὰ τὴν ὀπὴν τὴν ἐν μέσῳ τ' ὀροφῆς, ἣν καὶ κάπνην καὶ καπνοδόκην ἐκάλουν. ἢ διὰ τῆς ὀπαίας φασὶ κεραμίδος. ἔστι δὲ αὕτη, ἡ τὴν κάπνην φασὶν ἔχουσα. οἱ δὲ, τὸ ἀνόπαια, λέγουσιν ἀντὶ τοῦ, ἀφανής, πόῤῥω τῆς ὄψεως. δοκεῖ δέ τισι, καὶ ἀντὶ τοῦ, ἀνωφερὴς εἶναι, ὡρμημένοις ἐκ τῶν Ἐμπεδοκλέους, εἰπόντος ἐπὶ πυρὸς τὸ, καρπαλίμως δ' ἀνόπαιον. ἐξ οὗ δῆλον, ὅτι καὶ οὐδετέρου γένους ἐστὶ τὸ ἀνόπαιον. διὸ καὶ Ἡρῳδιανὸς τὸ ἀνόπαια, καὶ οὐδέτερον οἶδε πληθυντικὸν, καὶ προπερισπᾷ, καὶ ὡς ἐπίῤῥημα λαμβάνει, ἀντὶ τοῦ ἀοράτως. καθάπερ τὸ πυκνὰ ἀντὶ τοῦ πυκνῶς. καὶ καλὰ ἀντὶ τοῦ καλῶς. νοήσας ἐκεῖνος τὸ τοιοῦτον ἀνόπαια, οὐ μετὰ τῆς ἀνˉα προθέσεως, ἀλλὰ στέρησιν τοῦ ὀπτάνεσθαι. Ἰστέον δὲ ὅτι τὲ καὶ ὄρος ἀνόπαια κατὰ Ἡρόδοτον, καὶ ἀτραπὸς δὲ ἀνόπαια περὶ τὴν Λοκρίδα γῆν καὶ τὴν τῶν Μηλιέων, καὶ ὡς οὐ μόνον ἐνταῦθα ὁ μῦθος ἀλλὰ πολλαχοῦ, τὰ θεῖα πρόσωπα ὀρνέοις ἀπεικάζει ἐν ταῖς θείαις ἐναργείαις. καὶ ἡ αἰτία, ἐν Ἰλιάδι γέγραπται. Τοῦ δὲ ἔπτατο, ἔστι καὶ δεύτερος μέσος ἀόριστος. οὗ χρῆσις παρὰ Σοφοκλεῖ ἐν τῷ, περιχαρὴς δ' ἀνεπτόμην, ἐξ αὐτοῦ δὲ, καὶ πτέσθαι ἀπαρέμφατον ἐν Οἰδίποδι τῷ τυράννῳ. καὶ παρ' Ὁμήρῳ δὲ ἐν τῷ, καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων. ἐκ μέντοι τοῦ ἔπτατο, πτάσθαι εἶπεν Εὐριπίδης. οἷον εἴθ' ὤφελ' ἀργοῦς μὴ διαπτάσθαι σκάφος. πόθεν δὲ ἡ Παλλὰς, καὶ ὅτι οὐ μόνον πάλλας, ὁ νέος, ἀλλὰ καὶ πάλλαξ ἐξ οὗ καὶ παλλακὴ, καὶ παλλάκια δὲ κατὰ Αἴλιον ∆ιονύσιον οὐ παλλήκια οἱ παῖδες, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς οἳ καὶ δικαστήριον ἱστοροῦσιν Ἀθήνῃσιν ἐπώνυμον τῆς Παλλάδος. Ἀριστοφάνης. ἄκων κτενῶ σε τέκνον. ὅ δ' ὑπεκρίνατο. ἐπὶ παλλαδίῳ, παρ' ᾧ πάτερ δώσεις δίκην. ἐδίκαζον δὲ κατὰ Παυσανίαν ἐκεῖ ἀκουσίους φόνους οἱ ἐφέται. Ἀργεῖοι γάρ φησιν ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνοούμενοι ἀνῃρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ ἱστορουμένου παλλαδίου εὑρεθέντος κατὰ χρησμὸν, αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν. Κλειτόδημος δέ 1.62