70
βοσκημάτων, καὶ ἅλωνος ἐμπρησμοῦ, παρακαταθήκης ἀργυρίου καὶ χρυσίου, καὶ ὑπο ζυγίων καὶ παντοίων κτηνῶν χρήσεως παρὰ τῷ πλησίον, φθορᾶς παρθέ νου, καὶ θανάτου φαρμακοῦ, κτηνοβασίας, καὶ θυσίας εἰδώλων, κακώ σεως προσηλύτου καὶ ὀρφανῶν καὶ χηρῶν, δανειζομένων, κακολογίας εἰς θεὸν καὶ ἄρχοντας λαοῦ, ἀπαρχῶν ἅλωνος καὶ ληνοῦ, πρωτοτόκων υἱῶν μόσχων τε καὶ προβάτων καὶ ὑποζυγίων, τοῦ εἶναι αὐτοὺς ἄνδρας ἁγίους θεῷ, καὶ κρέα θηριάλωτον μὴ ἐσθίειν, ἀλλὰ κυσὶν ἀπορρίπτειν, μὴ παρα δέχεσθαι ἀκοὴν ματαίαν, μὴ συμμαρτυρεῖν ἀδίκῳ, μὴ συνεῖναι πολλοῖς ἐπὶ κακίᾳ, μὴ ἐκκλῖναι μετὰ πολλῶν κρίσιν, μήτε ἐλεῆσαι πτωχὸν ἐν κρί σει, ἀποστρέφειν καὶ ἀποδιδόναι τὸν βοῦν καὶ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ πλανώμενον εὑρόντα, καὶ πεπτωκὸς ὑπὸ τὸν γόμον συνεγείρειν, μὴ δια στρέφειν κρίσιν πένητος δικαίαν, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀφίστασθαι, μὴ ἀναιρεῖν ἀθῷον καὶ δίκαιον, μὴ δικαιοῦν τὸν ἀσεβῆ, δῶρα μὴ λαμ βάνειν ὡς ἐκτυφλοῦντα βλέποντας καὶ τὸ δίκαιον λυμαινόμενον, προσήλυ τον εὖ ποιεῖν, ἓξ ἔτη σπείρειν τὴν γῆν καὶ τῷ ζʹ ἄφεσιν αὐτῇ παρέχειν εἰς ἀπόλαυσιν πτωχοῖς ἢ θηρίοις, ὁμοίως καὶ τὸν ἀμπελῶνα καὶ τὸν ἐλαιῶνα ἓξ ἡμέρας ἐργάζεσθαι τῆς ἑβδομάδος, τῷ δὲ σαββάτῳ ἀναπαύεσθαι. Ὀνόματι θεὸν ἀλλότριον μὴ ὀμνύειν, μήτε προσφέρειν διὰ στόματος. τρεῖς καιροὺς τοῦ ἔτους ἑορτάζειν· τὴν ἑορτὴν τῶν ἀζύμων πρώτην ἑπτὰ ἡμερῶν τῷ μηνὶ τῶν νέων ἤτοι κατὰ τὴν πρώτην τοῦ ἔαρος πανσέληνον, δευτέραν ἑορτὴν θερισμοῦ πρωτογεννημάτων, καὶ τρίτην συναγωγῆς ἔργων τοῦ ἀγροῦ συντελείας ἀπὸ ἐξόδων ἐνιαυτοῦ. μὴ ὀφθῆναι κενὸν ἐνώ πιον κυρίου, καὶ πᾶν ἄρσεν ὀπτάνεσθαι ἐνώπιον κυρίου κατὰ τὰς τρεῖς ἑορτὰς ταύτας. μὴ θύειν ἐπὶ ζύμῃ αἷμα θυσιάσματος κυρίου, ἀλλ' ἐπ' ἀζύ μοις· μὴ μένειν ἕως πρωὶ στέαρ τῆς ἑορτῆς, καὶ τὰς ἀπαρχὰς τῶν πρω τογεννημάτων τῆς γῆς εἰσάγειν εἰς τὸν οἶκον τοῦ θεοῦ. ἐφ' ἅπασι μὴ ἕψειν ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. 154 Ταῦτα τὰ δικαιώματα τοῦ θεοῦ Μωυσῆς ἐλθὼν ἀπήγγειλε τῷ λαῷ μετὰ καὶ ἄλλων τινῶν θείων παραινέσεων, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς μιᾷ φωνῇ λέγοντες· πάντας τοὺς λόγους κυρίου ποιήσομεν καὶ ἀκουσόμεθα. καὶ ἔγρα ψε ταῦτα πάντα. τότε ὀρθρίσας ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ ιβʹ λίθους κατὰ φυλὴν ἔστησε· καὶ θύσας τῷ θεῷ μόσχους προσέχεε τὸ ἥμισυ τοῦ αἵματος πρὸς τὸ θυσιαστήριον· ἐπανέγνω τε αὖθις εἰς τὰ ὦτα τοῦ λαοῦ τὸ βιβλίον τῆς διαθήκης, καὶ εἶπον· πάντα ὅσα ἐλάλησε κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. καὶ λαβὼν τὸ ἄλλο ἥμισυ τοῦ αἵματος τῶν θυσιῶν ἐν κρατῆρι κατεσκέδασε τοῦ λαοῦ καὶ εἶπεν· ἰδοὺ τὸ αἷμα τῆς δια θήκης ἧς διέθετο πρὸς ἡμᾶς κύριος περὶ πάντων τῶν λόγων τούτων. Παραλαβὼν δὲ Μωυσῆς τὸν Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ σὺν ἄλλοις οʹ τῆς γερουσίας ἀνέβη, οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ. καὶ εἶδον τὸν τό πον καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον λίθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι, καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς. καὶ ὤφθησαν ἐν τῷ τόπῳ, καὶ ἔφαγον καὶ ἔπιον. Τοῖς οὖν γενικοῖς καὶ ἰδικοῖς νόμοις Μωυσῆς προκαταρτηθεὶς τὴν διά νοιαν ἐπὶ τὴν ἀκρώρειαν ἀνελθεῖν ὑπὸ τοῦ θεοῦ προσετάχθη, ἔνθα σὺν Ἰησοῦ τῷ τοῦ Ναυῆ μόνῳ προσαναβὰς ἐπὶ τελειοτέραν μυσταγωγίαν ἀνάγεται, ναοῦ τινος αὐτῷ παραδειχθέντος παμποικίλου καὶ δυσερμηνεύ του, προπυλαίοις καὶ στύλοις καὶ παραπετάσμασι τραπέζῃ τε καὶ λύχνοις καὶ θυμιατηρίῳ καὶ ἀνεπιβάτοις ἀδύτοις κεκαλλωπισμένου· ὧν τὴν τῆς κατασκευῆς ἱστορίαν οὐ γραφῇ παραδοῦναι μόνῃ κελεύεται, ἀλλὰ καὶ αὐ τοῖς ἔργοις ὅσον ἀνθρώποις ἐκμιμήσασθαι δυνατὸν τὴν ἄυλον ἐκείνην καὶ θαυμαστὴν δημιουργίαν ἐν ὑλικῇ κατασκευῇ διὰ τῶν κατὰ γῆν εὑρισκο μένων τιμιωτάτων ὑλῶν ἐκμιμήσασθαι σκηνῆς τύπῳ συμπεριφερομένης τοῖς ἐκ τόπου τόπον ἀμείβουσι μετανάσταις. Ἐν δὲ τῇ κατασκευῇ πλέον μὲν ὁ χρυσὸς παρελήφθη κύκλῳ περικεχυμέ νος τοῖς στύλοις, κατὰ δὲ τὰς κορυφὰς καὶ τὰς βάσεις