70
προεστεμμένος βασιλεὺς, ἅμα τῷ πατριάρχῃ τὸ στέμμα λαβόντες, ἐπιτιθέασι τῇ κεφαλῇ τοῦ νέου βασιλέως, καὶ ἐκφωνεῖ ὁ πατριάρχης· ἄξιος. διαδεχόμενοι δὲ οἱ ἐπὶ τοῦ ἄμβωνος, ἐκ τρίτου λέγουσιν αὐτοί τε καὶ πᾶν τὸ πλῆθος ὃν τρόπον ἐπὶ τοῦ μύρου. εἶτα ἐπιλέγει πάλιν ὁ πατριάρχης εὐχὰς, καὶ κατέρχεται τοῦ ἄμβωνος ὁ βασιλεὺς, οὐκ ἐξ οὗπερ ἀνῆλθε μέρους, ἀλλ' ἐκ τοῦ πρὸς τὸν σωλέαν τετραμμένου. εἰ μὲν οὖν συμβῇ μὴ κατ' ἐκεῖνον τὸν καιρὸν ἔχειν γυναῖκα τὸν βασιλέα, εὐθὺς ἐπὶ τὴν ἀναβάθραν ἀνιὼν, 1.199 ἐπὶ τοῦ θρόνου καθίζει πάλιν· εἰ δ' ἔχει, τότε καὶ αὐτὴν ἀνάγκη στεφθῆναι πᾶσα. διὸ καὶ ἐξανισταμένην τοῦ θρόνου, δύο τῶν γνησιωτάτων ἑκατέρωθεν λαβόμενοι συγγενῶν, ἢ εἰ μὴ γνησίους ἔχοι, ἐκτομίαι τοσοῦτοι τῆς ἀναβάθρας τε κατάγουσι καὶ φέροντες ἱστῶσι πρὸ τοῦ σωλέου. κατερχόμενος δὲ ὁ βασιλεὺς, τὸ δι' αὐτὴν ηὐτρεπισμένον στέμμα λαμβάνων ὑπὸ γνησίων τινῶν ἢ ἐκτομιῶν κατεχόμενον, καὶ αὐτὸ ἐπιτίθησι τῇ κεφαλῇ τῆς γυναικός· ἡ δὲ τὸν ἄνδρα καὶ βασιλέα προσκυνεῖ, δουλείαν ὁμολογοῦσα. ὁ πατριάρχης δὲ παρὰ τὸν σωλέαν ἱστάμενος καὶ αὐτὸς, ἐπιλέγει εὐχὴν ὑπέρ τε τοῦ βασιλέως καὶ βασιλίδος καὶ τοῦ ὑπηκόου παντός. οὕτω μὲν οὖν καὶ ὁ βασιλεὺς τὴν ἰδίαν γυναῖκα στέφει. εἰ δὲ συμβῇ προεστεμμένον εἶναι τὸν βασιλέα, ἐπὶ τῆς τῶν γάμων τελετῆς ὁ βασιλεὺς τὴν ἰδίαν ὡσαύτως στέφει γυναῖκα. αὖθις δὲ ἀμφότεροι ἐπὶ τὴν ἀναβάθραν ἀνερχόμενοι, κάθηνται ἐπὶ τῶν θρόνων, τῆς ἄλλης μυσταγωγίας τελουμένης. ᾀδομένου μέντοι τοῦ τρισαγίου ἢ τῶν ἀποστολικῶν γραφῶν ἢ τῶν θείων λογίων ἀναγινωσκομένων, ἀνίστανται καὶ αὐτοί. ἐξ ἑκατέρων δὲ τῶν τοῦ ναοῦ μερῶν ἐπὶ ξυλίνων ἀναβαθρῶν εἰς αὐτὸ τοῦτο πεποιημένων οἱ πρωτοψάλται ἱστάμενοι καὶ δομέστικοι λεγόμενοι, καὶ ἕτεροι τῆς ἐκκλησιαστικῆς τάξεως ᾄδειν εἰδότες, οὓς ἐπὶ τῆς τοιαύτης τελετῆς κράκτας ἔθος ὀνομάζειν ἐστὶ, μέλη τινὰ ᾄδουσιν ἐξεπίτηδες συντεθειμένα ἁρμόζοντα τῇ ἑορτῇ. τῆς μεγάλης δὲ 1.200 εἰσόδου ἐπὶ τῆς ἱερᾶς μυσταγωγίας λεγομένης ἤδη ἀρχομένης, οἱ τῆς ἐκκλησίας ἐπιφανέστεροι τῶν διακόνων ἐρχόμενοι προσκαλοῦνται τὸν βασιλέα· ὁ δὲ εἰς τὴν λεγομένην πρόθεσιν, ἔνθα τὰ ἅγια κεῖται, ἔρχεται μετ' αὐτῶν. ἔξω δὲ ἱστάμενος τῆς προθέσεως, περιβάλλεται μανδύαν χρυσοῦν ἐπὶ τὸ διάδημα καὶ τὴν πορφύραν. καὶ τῇ μὲν δεξιᾷ χειρὶ κατέχει σταυρὸν, ὃν ἔθος κατέχειν ὅσον ἂν χρόνον τὸ στέμμα φορῇ, τῇ δὲ λαιᾷ νάρθηκα φέροντες ἐγχειρίζουσιν, ὥστε τάξιν ἐκκλησιαστικὴν τὴν τοῦ δεποτάτου λεγομένου ἐπέχειν· ἃ ἀμφοτέραις ἔχων, τῆς εἰσόδου πάσης ἡγεῖται τῆς ἱερᾶς. ἐξ ἑκατέρων δὲ αὐτοῦ μερῶν κατὰ τὰ πλάγια οἵ τε τοὺς πελέκεις ἔχοντες Βάραγγοι προσαγορευόμενοι, καὶ νέοι τῶν εὐπατριδῶν περὶ ἑκατὸν ὡπλισμένοι διαπρεπῶς παρέπονται ἢ καὶ ἄνοπλοι· κατ' εὐθεῖαν δὲ μετ' αὐτὸν οἵ τε διάκονοι ἐφεξῆς ἕπονται καὶ οἱ ἱερεῖς, ἔπιπλά τε καὶ σκεύη τῶν ἱερῶν καὶ αὐτὰ τὰ ἁγιώτατα ἐπιφερόμενοι. τὸν δὲ ναὸν περιελθόντες κατὰ τὸ ἔθος, ἐπειδὰν γένοιντο ἐν τῷ σωλέᾳ, οἱ μὲν ἄλλοι πάντες ἑστᾶσιν ἐκτὸς, αὐτὸς δὲ μόνος εἰσερχόμενος τὸν σωλέαν, τὸν πατριάρχην ἐπὶ ταῖς ἱεραῖς κιγκλίσιν ἑστηκότα εὑρίσκει. προσαγορεύσαντες δὲ ἀλλήλους, ὁ πατριάρχης μὲν ἐσωτέρω, ἔξω δ' ὁ βασιλεὺς περιμένουσιν ἑστῶτες· εὐθὺς δὲ ὁ μετὰ τὸν βασιλέα τῶν ἄλλων ἡγούμενος διακόνων, τῇ δεξιᾷ μὲν κατέχων θυμιατὸν, τῇ δ' ἑτέρᾳ τὸ 1.201 τοῦ πατριάρχου λεγόμενον μαφόριον, τὸν βασιλέα παριὼν θυμιᾷ· κλίναντος δὲ αὐτοῦ τὴν κεφαλὴν, ὁ διάκονος εἰς ἐπήκοον πάντων «μνησθείη κύριος ὁ θεὸς» λέγει «τοῦ κράτους τῆς βασιλείας ὑμῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων,» ἐπιλέγων καὶ τὸ ἀμήν. ἐφεξῆς δὲ καὶ οἱ λοιποὶ διάκονοι παριόντες καὶ ἱερεῖς λέγουσι τὸ αὐτό. τούτου δὲ τελεσθέντος, ὁ βασιλεὺς τὸν πατριάρχην προσαγορεύσας, ἀποδύεται τὸν μανδύαν. καὶ τὸν μὲν ὁ τῆς ἐκκλησίας ῥαιφερενδάριος ἀποφέρεται, οὕτω γὰρ ἔθος· ὁ βασιλεὺς δ' ἐπὶ τὴν ἀναβάθραν ἀνερχόμενος, ἐπὶ τοῦ θρόνου κάθηται πάλιν, τοῦ συμβόλου τῆς πίστεως τῆς τε προσευχῆς τοῦ πάτερ ἡμῶν λεγομένων, καὶ τῆς ὑψώσεως γινομένης τοῦ