70
γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβούλευε καὶ κατοικεῖν ην εκαστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν ανδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν. ̓Επανῆλθε δὲ σὺν τοῖς αλλοις καί τις καλούμενος ̓Ισμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ος πρὸς τοὺς ̓Αμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας καιρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβουλεύειν αὐτῷ ελεγον· εἰ δ' ἐπιτρέψει αὐτοῖς κτεῖναι 1.176 τὸν ανδρα, διαφεύξεται τὴν ἐπιβουλήν. ὁ δ' ἠπίστει, η καὶ βέλτιον ελεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν η ανθρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ καιρὸν δὲ σὺν ἑτέροις ὁ ̓Ισμαὴλ ουτος πρὸς Γοδολίαν ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. ειτα νυκτὸς ἐπιθέμενος τοῖς καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ ̓Ιουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν ὁ ̓Ισμαήλ, ανευ ὀλίγων τινῶν, οι κεκρυμμένα ἐν τοῖς ἀγροῖς επιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς ̓Αμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες τῶν ̓Ιουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθήξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, ̓Ισμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ διαπέφευγεν. Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικότες ἀπιέναι πρὸς Αιγυπτον ἐβουλεύοντο. καὶ τοῦ ̔Ιερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κακόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπίστευον, ἀλλ' ἀπειθήσαντες ἀπῆραν εἰς Αιγυπτον, αγοντες καὶ τὸν ̔Ιερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δ' ἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. ὁ δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει ὁ Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατήσει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυαλώτους ἀπάξει. δι' α καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. α δὲ προείρηκε γέγονε· πέμπτον γὰρ ετος μετὰ τὴν τῶν ̔Ιεροσολύμων ἠνύετο 1.177 πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν ̓Αμμανίταις ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπ' Αιγυπτον ἐξεστράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύοντα, ετερον δ' ἐγκαθίστησι, τοὺς δ' ἐκεῖ ̓Ιουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. ̔Ιερεμίου δ' ἐν Αἰγύπτῳ ταφέντος, λέγεται ὁ βασιλεὺς ̓Αλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν αλλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκείνου εἰς τὴν παρ' αὐτοῦ κτισθεῖσαν πόλιν τὴν ̓Αλεξάνδρειαν. ̔Ο μὲν ουν προφήτης προεῖπεν, ὡς ειρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν ̔Εβραίων γένος τοιοῦτον ευρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἱ μὲν γὰρ δέκα φυλαὶ ̓Ωσηὲ βασιλεύοντος εἰς Σαμάρειαν παρὰ τῶν ̓Ασσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυλαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ οσοι μετὰ τὴν τῶν ̔Ιεροσολύμων αλωσιν ὑπελείφθησαν. καὶ ὁ μὲν Σαλμανασὰρ τὸ τῶν Χουθαίων εθνος ἐκ Περσίδος μετῴκισεν εἰς Σαμάρειαν, ὁ δὲ Ναβουχοδονόσορ ερημον ἀφῆκε τὴν ̓Ιουδαίαν, καὶ εμεινεν ουτως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. ὁ μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ ̔Ιερουσαλὴμ χρόνος ἑκατὸν τριάκοντα ετη καὶ μῆνες εξ πρὸς ἡμέραις δέκα ἐγένοντο. Τοὺς δ' εὐγενεστέρους τῶν αἰχμαλώτων παῖδας καὶ τῷ βασιλεῖ Σεδεκίᾳ προσήκοντας καὶ τῶν αλλων ἀκμαιοτέρους καὶ ὡραιοτέρους ἐκτομίας ποιήσας ὁ 1.178 Βαβυλώνιος, καὶ παιδαγωγοῖς παραδούς, τά τε τῶν Χαλδαίων ἐδίδασκε γράμματα καὶ τὰ ἐπιχώρια, ἐκ τῆς ἰδίας τραπέζης ἀποτάξας σφίσι τὴν δίαιταν. τέσσαρες δὲ τῶν παίδων ησαν ἐκ τοῦ βασιλικοῦ γεγονότες γένους, καλοὶ τὰς οψεις καὶ ἀγαθοὶ τὰς φύσεις· ων τὸν μὲν ∆ανιὴλ καλούμενον Βαλτάσαρ ὁ Βαβυλώνιος μετωνόμασε, τὸν δὲ ̓Ανανίαν ὠνομασμένον Σεδράχ, Μισαὴλ δὲ τὸν ετερον κεκλημένον Μισάκ, καὶ τὸν λοιπὸν ̓Αζαρίαν ̓Αβδεναγώ· ους καὶ τῶν αλλων ηγεν ἐντιμοτέρους, δι' εὐφυΐαν