70
ταχύς. παρὰ τὸ ἀρκῶ ἀρκὸς καὶ ἀργὸς, ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος. ̓Αργυρώνητοσ. ἀργύρῳ ἀγορασθείς. ̓Αργόλαι. ειδος οφεων, ους ηνεγκε Μακεδὼν ὁ ̓Αλέξανδρος ἐκ τοῦ Αργους τοῦ πελαγικοῦ εἰς ̓Αλεξάνδρειαν, καὶ ἐνέβαλεν εἰς τὸν ποταμὸν πρὸς ἀναίρεσιν τῶν ἀσπίδων, οτε μετέθηκε τὰ ὀστᾶ ̔Ιερεμίου τοῦ προφήτου ἐξ Αἰγύπτου εἰς ̓Αλεξάνδρειαν, ους ὁ αὐτὸς προφήτης ἀπέκτεινεν. ἀργόλαι ουν ἐκ τοῦ Αργους λαιοί. ̓Αργίποδεσ. ταχεῖς, ὀξύποδες. ̓Αργυρογνώμων. ὁ δοκιμαστής. ̓Αργιλλώδησ. ὁ ῥυπαρός. ̓Αργᾶσ. δεινότατος, θηριώδης τὸν τρόπον. ἀργᾶν τὸν οφιν ἐκάλουν οἱ ̓Αργεῖοι. ̓Αργυραμοιβόσ. χρυσοχόος, η καὶ ὁ καταλλάκτης. ̓Αργυροδίνησ. λευκόρειθρος. ἀπὸ τοῦ αργυρος καὶ τοῦ δίνειν. καὶ ἀργυρὶς ἡ ἀργυρᾶ φιάλη. τὸ ˉδˉι ἰῶτα διατί; τὰ διὰ τοῦ ˉιˉνˉη η διὰ τοῦ ˉιˉνˉηˉς ἀποστρέφονται τὴν ˉεˉι δίφθογalpha.288 γον. οιον Αἰσχίνης, Λεπτίνης. τὸ δὲ νεοπείνης ἀπὸ τοῦ πείνα. ἀργυροδίνης δὲ παρὰ τὸ αργυρον, ο σημαίνει τὸ λευκόν. ̓Αργυρότοξοσ. ὁ λαμπρὸν τόξον εχων. ἐκ τοῦ ἀργὸν, τὸ καθαρὸν η τὸ λευκόν. ̓Αρδμόσ. ὁ ποτισμός. καὶ ἀρδεία, ὁ ποτισμός. *καὶ ἀρδεύω, τὸ ποτίζω.* ̓Αρεόβινθοσ. κύριον. ̓Αρεστήρ. πόπανον. τὸ ἐν ταῖς θυσίαις ἐπιτιθέμενον. παρὰ τὸ ἀρεστόν. ̓Αῤῥενωπόσ. φοβερὸς, αθικτος, ἀθήλυντος, ἀνδρεῖος. ἀπαρέγκλιτος ὑφέσει πάσῃ. γράφεται καὶ ἐπὶ οὐδετέρου ἀῤῥενωπόν. ἰστέον, ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων η ἀῤῥενοφανῶν ειρηται. ̓Αρείων. ὁ βελτίων. ειρηται παρὰ τὸ αρης, ιν' ῃ κυρίως ὁ κατὰ πόλεμον καλλίων. * ̓Αρείδηλοσ. ὁ φανερός.* Αρειος πάγοσ. δικαστήριον ̓Αθήνῃσιν ουτω καλούμενον. οἱ δικασταὶ ἀρειοπαγίται. ἐκλήθη δὲ αρειος πάγος, η οτι αἱ ̓Αμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο, Αρεως ουσαι· η οτι ἐν πάγῳ ἐστὶ καὶ ἐν υψει κεῖται τὸ δικαστήριον· αρειος δὲ, ἐπειδὴ δικάζει ὁ Αρης τὸν φόνον. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ομηρος· -πάγος δέ οἱ ἀντεβόλησεν. alpha.289 η οτι επηξεν ἐκεῖ τὸ δόρυ ὁ Αρης Ποσειδῶνος κατηγορήσαντος διὰ τὸν φόνον τοῦ υἱοῦ αὑτοῦ ̔Αλιροδίου, οτε ἀπέκτεινεν αὐτὸν βιασάμενον ̓Αλκίππην. ̓Αρηΐφατοσ. ἐν πολέμῳ ἀνῃρημένος. ̓Αρηϊθέων. γενναίων, πολεμικῶν. Αρησ. κυρίως ὁ σίδηρος. βαψαμένη κοίλων ἐντὸς αρει λαγόνων. σημαίνει δὲ καὶ τὸν πόλεμον, παρὰ τὴν ἀρὰν καὶ τὴν βλάβην· τὴν ἐκ τοῦ πολέμου γενομένην. ἰστέον, οτι τετραχῶς αὐτῷ κέχρηται ὁ ποιητής. ἐπὶ μὲν τοῦ πολέμου· -οφρά κεν ἐγείρομεν ὀξὺν αρηα. ἐπὶ δὲ τοῦ σιδήρου· αιματος αυαι αρηα- ἐπὶ δὲ τοῦ θεοῦ· Αρες, Αρες βροτολοιγέ- ἐπὶ δὲ τῆς πληγῆς· ενθα μάλιστα γίνεται αρης ἀλεγεινός. ̓Αρητήρ. εὐχητὴς, ἱερεύς. ἀπὸ τὴν ἀρὰν καὶ τὴν εὐχὴν τηρεῖν. εστι δὲ καὶ ἀρὰ ἡ κατάρα. η παρὰ τὸ τὰς ἀρὰς ποιεῖσθαι, ο ἐστι τὰς εὐχάς. η παρὰ τὸ αιρειν εἰς υψος τὰς χεῖρας. η παρὰ τὸ ἀρέσκειν θεῷ. alpha.290 ̓Αρήσιοσ. κύριον. ̓Αρειμάνιοσ. ὁ ἐν τῷ αρει καὶ τῷ πολέμῳ μαινόμενος. αρης γὰρ ὁ πόλεμος. ̓Αρθμόσ. ἡ φιλία καὶ ἡ ἁρμονία τῆς ψυχῆς. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, ηρμαι, ἁρμός· ὡς κείρω, κορμός· καὶ πλεονασμῷ τοῦ ˉθ ἀρθμός· ὡς πείρω, πορμὸς καὶ πορθμός. η ἀπὸ τοῦ ἐρῶ τὸ λέγω· οἱ γὰρ ἐν φιλίᾳ οντες διαλέγονται ἀλλήλοις. ̓Αρειανοί. ἐκ τοῦ ̓Αρείου. ουτοι ελεγον κτίσμα τὸν υἱὸν τοῦ θεοῦ καὶ οὐχὶ ὁμοούσιον τῷ πατρὶ πεφυκότα, ο ἐστι διαίρεσις. ̓Αριήκοον. ὀξυήκοον, εὐπειθῆ. ̓Αρίσημοσ. φανερὸς ἐν πολέμοις. ̓Αρίσταινος καὶ ̓Αρίσταιχμοσ. ὀνόματα κύρια. ̓Αριστόχειρ. ὁ γενναῖος περὶ τὰ ἀριστεῖα. καὶ ἀριστόχειρ ἀγών. ̓Αρίφρων. ὁ κακῶς φρονῶν. ̓Αριστεύσ. πρόμαχος, κάλλιστος. ̓Αριπρεπήσ. ἐπίσημος, ενδοξος. ̓Αρίγνωστοσ. διάδηλος, φανερὸς, ἀπὸ τοῦ ἀρι ἐπιτατικοῦ μορίου καὶ τοῦ γνωστὸν, ο δηλοῖ τὸ γνώριμον. alpha.291 ̓Αριθμόσ. σημεῖον γνωριστικὸν τοῦ πόσου τῶν ὑποκειμένων. η ἀριθμὸς ὁρίζεται σωρεία μονάδων, η μονάδος σύνθεσις, η χύμα μονάδων, οὐχὶ διαίρεσις μονάδων. ̓Αριδείκετοσ. ὁ αγαν ενδοξος. παρὰ τὸ δείκω τὸ δεικνύω. ἐξ ου παράγωγον δεικνύω, καὶ δείκελον τὸ δεικνύον τὴν ὁμοιότητα. ὡς ουν ἀπὸ τοῦ εχω εχετος, ἐμῶ εμετος, ουτως δείκω δείκετος καὶ ἀριδείκετος. Αριστοσ. ὁ ἐν πολέμοις ἀνδραγαθῶν. παρὰ τῷ αρει τῷ πολέμῳ. Αρκτοσ. τὸ ζῶον καὶ τὸ ἀεικίνητον