Ἵνα καὶ ἐν τούτῳ χωρίσῃ ἡμᾶς ὁ θεὸς τῆς τῶν θηρίων ὁμοιότητος, τῶν σὺν τῇ βρώσει τῆς σαρκὸς λαπτόντων καὶ τὸ αἷμα ὧν τὰς σάρκας ἐσθίουσιν. Ἐρώτησις ρμ. Eἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσε, πῶς, ὁπηνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι, ὧν ἡ θεία γραφὴ τὴν πρᾶξιν ἀπη γόρευσε, τῶν ἐν τῇ δευτέρᾳ πεύσει κειμένων δεινῶν ἀπηλλά γησαν; Oἷον ἐπὶ μὲν πολέμου, ὡς ὅταν οἱ ἑπτὰ ἐπὶ Θήβαις ἄρδην μὲν καταστρέφειν τὴν προῤῥηθεῖσαν πόλιν ἔμελλον, μαντευσαμένου δὲ Τειρεσίου ὁ Μενοικεὺς κατὰ τὸ δοκοῦν τῇ μαντείᾳ ἑαυτὸν ἑτοίμως κατέσφαξε, καὶ οὕτως κατὰ τὴν πρόῤ ῥησιν τῆς μαντείας ἡ μὲν πόλις διεσώθη, οἱ δὲ πολέμιοι ὑπὸ τῶν ἐν τῇ πόλει ἀνῃρέθησαν. Καὶ τοῦτο μὲν περὶ τῶν ἐν πο λέμοις τροπαίων ἓν ἐκ πολλῶν ἡμῖν εἴρηται. Ἀπόκρισις. Ὁ ποιῶν τὴν λύσιν τῶν ζητουμένων πρῶτον ὀφείλει θεῖ ναι τὰ ὁμολογήματα, εἶτα ἐξ αὐτῶν ποιήσασθαι τῶν ζητου μένων τὴν λύσιν. Ἔστι δὲ τῶν ὁμολογουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν Χριστιανῶν γραφαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις· παρ' οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόῤῥησις καὶ ἡ ἔκβασις. Ἐκβάλλουσι δὲ αἱ γραφαί, αἱ τοῦτον καταγγέλλουσαι, τοὺς τῶν Ἑλλήνων θεούς· Eἰ ἀλλάξουσι, φησί, τὰ ἔθνη τοὺς θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Ὧν δὲ οὐκ εἰσὶν οἱ θεοὶ θεοί, τούτων οὐδὲ οἱ μάντεις εἰσὶν ἀλη θείας προφῆται, οὐδ' ἡ αὐτῶν πρόῤῥησις ἀναπόδραστόν τε καὶ ἀληθῆ ἔχει τὴν ἔκβασιν. Ὥσπερ γάρ εἰσι μακρὰν τῆς ἀληθι νῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως. Ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πο λυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησα μένων, ὁ τῶν Χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ μὲν ἡ μάχη Ἀλεξάνδρου καὶ ∆αρείου, τοῦ μὲν κρα τύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας, μαρτυρεῖ δὲ καὶ τοῦ Ἀσσυρίου ἡ μάχη ἣν εἶχε πρὸς τὰ ἄλλα πολλὰ καὶ ἰσχυρὰ ἔθνη, ὃν ὁ θεὸς ·άβδον τῆς ὀργῆς καὶ πρίονα ἐκάλεσε, ποτὲ μὲν λέγων· Ἰδοὺ ὁ Ἀσσύριος ·άβδος ἐστὶ τῆς ὀργῆς μου, ἐπὶ ἔθνος ἁμαρτωλὸν ἀποστελῶ αὐτόν· ποτὲ δὲ λέγων περὶ αὐ τοῦ· Μὴ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Καί τοι πρόδηλός ἐστιν ὁ Ἀσσύριος ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμολογημένων, ἃ εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ σπαράσσει τὰ ἐλεεινὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πό λεμον, καὶ ἀποτετυχηκότα τῆς διὰ χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τῶν χρησμῶν τὸν Ἀσσύριον, ἀπο τυχεῖν δὲ τὰ ἔθνη. Περὶ ὧν ὁ μὲν θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου φησίν· Ὁ θεὸς ἀνῆκα τὴν χεῖρά μου, καὶ ἐξηράν θησαν· ὁ δὲ Ἀσσύριός φησι· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν