70
συμπάσχει τῷ σώματι· ἡ δὲ θεότης ἀπαθὴς οὖσα, οὐ συνέπασχε τῷ σώματι. Ἰστέον δέ, ὅτι θεὸν μὲν σαρκὶ παθόντα φαμέν, θεότητα δὲ σαρκὶ παθοῦσαν ἢ θεὸν διὰ σαρκὸς παθόντα οὐδαμῶς. Ὥσπερ γὰρ ἡλίου δένδρῳ ἐπιλάμποντος εἰ ἀξίνη τέμνοι τὸ δένδρον, ἄτμητος καὶ ἀπαθὴς διαμένει ὁ ἥλιος, πολλῷ μᾶλλον ἡ ἀπαθὴς τοῦ λόγου θεότης καθ' ὑπόστασιν ἡνωμένη τῇ σαρκὶ τῆς σαρκὸς πασχούσης διαμένει ἀπαθής. Καὶ ὥσπερ, εἴ τις πεπυρακτωμένῳ σιδήρῳ ἐπιχέοι ὕδωρ, τὸ μὲν πέφυκε πάσχειν ὑπὸ τοῦ ὕδατος (τὸ πῦρ λέγω, σβέννυται γάρ), ἀβλαβὴς δὲ διαμένει ὁ σίδηρος (οὐ πέφυκε γὰρ ὑπὸ τοῦ ὕδατος διαφθείρεσθαι), πολλῷ πλέον τῆς σαρκὸς πασχούσης ἡ μόνη ἀπαθὴς θεότης τὸ πάθος οὐ προσήκατο καὶ ἀχώριστος αὐτῆς διαμένουσα· οὐκ ἀνάγκη γὰρ παντελῶς καὶ ἀνελλιπῶς ἐοικέναι τὰ παραδείγματα. Ἀνάγκη γὰρ ἐν τοῖς παραδείγμασι καὶ τὸ ὅμοιον θεωρεῖσθαι καὶ τὸ παρηλλαγμένον, ἐπεὶ οὐ παράδειγμα· τὸ γὰρ ἐν πᾶσιν ὅμοιον ταὐτὸν ἂν εἴη καὶ οὐ παράδειγμα, καὶ μάλιστα ἐπὶ τῶν θείων. Ἀδύνατον γὰρ ἐν πᾶσιν ὅμοιον εὑρεῖν παράδειγμα, ἐπί τε τῆς θεολογίας, ἐπί τε τῆς οἰκονομίας.
71 Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ λόγου θεότητα τῆς ψυχῆς καὶ τοῦ
σώματος καὶ ἐν τῷ θανάτῳ τοῦ κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν Ἀναμάρτητος ὢν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός-»ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν» «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» «οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»-οὐχ ὑπέκειτο θανάτῳ, εἴπερ διὰ τῆς ἁμαρτίας εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος. Θνῄσκει τοίνυν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεχόμενος καὶ ἑαυτὸν τῷ πατρὶ προσφέρει θυσίαν ὑπὲρ ἡμῶν· αὐτῷ γὰρ πεπλημμελήκαμεν, καὶ αὐτὸν ἔδει τὸ ὑπὲρ ἡμῶν λύτρον δέξασθαι καὶ οὕτως ἡμᾶς λυθῆναι τῆς κατακρίσεως· μὴ γὰρ γένοιτο τῷ τυράννῳ τὸ τοῦ δεσπότου προσενεχθῆναι αἷμα. Πρόσεισι τοίνυν ὁ θάνατος καὶ καταπιὼν τὸ τοῦ σώματος δέλεαρ τῷ τῆς θεότητος ἀγκίστρῳ περιπείρεται, καὶ ἀναμαρτήτου καὶ ζωοποιοῦ γευσάμενος σώματος διαφθείρεται καὶ πάντας ἀνάγει, οὓς πάλαι κατέπιεν. Ὥσπερ γὰρ τὸ σκότος τῇ τοῦ φωτὸς ἐπεισαγωγῇ ἐξαφανίζεται, οὕτως ἡ φθορὰ τῇ τῆς ζωῆς προσβολῇ ἀπελαύνεται, καὶ γίνεται πᾶσι ζωή, φθορὰ δὲ τῷ φθείροντι. Εἰ καὶ τέθνηκε τοιγαροῦν ὡς ἄνθρωπος καὶ ἡ ἁγία αὐτοῦ ψυχὴ τοῦ ἀχράντου διῃρέθη σώματος, ἀλλ' ἡ θεότης ἀχώριστος ἀμφοτέρων διέμεινε, τῆς τε ψυχῆς φημι καὶ τοῦ σώματος, καὶ οὐδὲ οὕτως ἡ μία ὑπόστασις εἰς δύο ὑποστάσεις διῃρέθη· τό τε γὰρ σῶμα καὶ ἡ ψυχὴ κατὰ ταὐτὸν ἐξ ἀρχῆς ἐν τῇ τοῦ λόγου ὑποστάσει ἔσχον τὴν ὕπαρξιν καὶ ἐν τῷ θανάτῳ ἀλλήλων διαιρεθέντα ἕκαστον αὐτῶν ἔμεινε τὴν μίαν ὑπόστασιν τοῦ λόγου ἔχοντα. Ὥστε ἡ μία τοῦ λόγου ὑπόστασις τοῦ τε λόγου καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπῆρχεν ὑπόστασις· οὐδέποτε γὰρ οὔτε ἡ ψυχή, οὐδὲ τὸ σῶμα ἰδίαν ἔσχον ὑπόστασιν παρὰ τὴν τοῦ λόγου ὑπόστασιν· μία δὲ ἀεὶ ἡ τοῦ λόγου ὑπόστασις καὶ οὐδέποτε δύο. Ὥστε μία ἀεὶ τοῦ Χριστοῦ ἡ ὑπόστασις. Ὥστε, εἰ καὶ τοπικῶς ἡ ψυχὴ τοῦ σώματος κεχώριστο, ἀλλ' ὑποστατικῶς διὰ τοῦ λόγου ἥνωτο. 72 Περὶ φθορᾶς καὶ διαφθορᾶσ Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει. Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη· πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον ἤτοι χωρισμὸν τῆς ψυχῆς ἐκ τοῦ σώματος καὶ τὰ τοιαῦτα. Κατὰ τοῦτο τὸ σημαινόμενον φθαρτὸν τὸ τοῦ κυρίου σῶμά φαμεν· πάντα γὰρ ταῦτα ἑκουσίως ἀνέλαβε. Σημαίνει δὲ ἡ φθορὰ καὶ τὴν τελείαν τοῦ σώματος εἰς τά, ἐξ ὧν συνετέθη, στοιχεῖα διάλυσιν καὶ ἀφανισμόν· ἥτις μᾶλλον ὑπὸ πολλῶν διαφθορὰ λέγεταί τε καὶ ὀνομάζεται. Ταύτης πεῖραν τὸ τοῦ κυρίου σῶμα οὐκ ἔσχεν, ὥς φησιν ὁ προφήτης ∆αυίδ· «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». Ἄφθαρτον μὲν οὖν κατὰ τὸν ἄφρονα Ἰουλιανὸν καὶ Γαϊανὸν τὸ σῶμα τοῦ Χριστοῦ λέγειν κατὰ τὸ πρῶτον τῆς φθορᾶς σημαινόμενον πρὸ τῆς ἀναστάσεως ἀσεβές. Εἰ γὰρ ἄφθαρτον, οὐχ ὁμοούσιον ἡμῖν, ἀλλὰ καὶ δοκήσει καὶ